Thesauros Edebiyat Tarih Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Kitap 5

 
αὕτη μὲν ἡ Πώρου τάξις ἦν. Ἀλέξανδρος δὲ ὡς ἤδη καθεώρα τοὺς Ἰνδοὺς ἐκτασσομένους, ἐπέστησε τοὺς ἱππέας τοῦ πρόσω, ὡς ἀναλαμβάνειν τῶν πεζῶν τοὺς ἀεὶ προσάγοντας. ὡς δὲ καὶ ἡ φάλαγξ αὐτῷ δρόμῳ συνάψασα ὁμοῦ ἤδη ἦν, ὁ δὲ οὐκ εὐθὺς ἐκτάξας ἐπῆγεν, ὡς μὴ καματηρούς τε καὶ πνευστιῶντας ἀκμῆσι παραδοῦναι τοῖς βαρβάροις, ἀλλὰ ἐς κύκλους παριππεύων ἀνέπαυε τοὺς πεζοὺς ἔστε καταστῆναι αὐτοῖς τὸν θυμόν.
 
ὡς δὲ τὴν τάξιν κατεῖδε τῶν Ἰνδῶν, κατὰ μέσον μέν, ἵνα οἱ ἐλέφαντες προεβέβληντο καὶ πυκνὴ ἡ φάλαγξ κατὰ τὰ διαλείποντα αὐτῶν ἐπετέτακτο, οὐκ ἔγνω προάγειν, αὐτὰ ἐκεῖνα ὀκνήσας ἅπερ ὁ Πῶρος τῷ λογισμῷ ξυνθεὶς ταύτῃ ἔταξεν· ἀλλὰ αὐτὸς μὲν ἅτε ἱπποκρατῶν τὴν πολλὴν τῆς ἵππου ἀναλαβὼν ἐπὶ τὸ εὐώνυμον κέρας τῶν πολεμίων παρήλαυνεν, ὡς ταύτῃ ἐπιθησόμενος.
 
Κοῖνον δὲ πέμπει ὡς ἐπὶ τὸ δεξιόν, τὴν Δημητρίου καὶ τὴν αὑτοῦ ἔχοντα ἱππαρχίαν, κελεύσας, ἐπειδὰν τὸ κατὰ σφᾶς στῖφος τῶν ἱππέων ἰδόντες οἱ βάρβαροι ἀντιπαριππεύωσιν, αὐτὸν κατόπιν ἔχεσθαι αὐτῶν· τῶν πεζῶν δὲ τὴν φάλαγγα Σελεύκῳ καὶ Ἀντιγένει καὶ Ταύρωνι προσέταξεν ἄγειν, μὴ πρόσθεν δὲ ἅπτεσθαι τοῦ ἔργου πρὶν ὑπὸ τῆς ἵππου τῆς ἀμφʼ αὑτὸν τεταραγμένην τήν τε φάλαγγα τῶν πεζῶν καὶ τοὺς ἱππέας κατίδωσιν.
 
ἤδη τε ἐντὸς βέλους ἐγίγνετο καὶ ἐφῆκεν ἐπὶ τὸ κέρας τὸ εὐώνυμον τῶν Ἰνδῶν τοὺς ἱπποτοξότας, ὄντας ἐς χιλίους, ὡς ταράξαι τοὺς ταύτῃ ἐφεστηκότας τῶν πολεμίων τῇ πυκνότητί τε τῶν τοξευμάτων καὶ τῶν ἵππων τῇ ἐπελάσει. καὶ αὐτὸς δὲ τοὺς ἑταίρους ἔχων τοὺς ἱππέας παρήλαυνεν ὀξέως ἐπὶ τὸ εὐώνυμον τῶν βαρβάρων, κατὰ κέρας ἔτι τεταραγμένοις ἐμβαλεῖν σπουδὴν ποιούμενος, πρὶν ἐπὶ φάλαγγος ἐκταθῆναι αὐτοῖς τὴν ἵππον.
 
ἐν τούτῳ δὲ οἵ τε Ἰνδοὶ τοὺς ἱππέας πάντοθεν ξυναλίσαντες παρίππευον Ἀλεξάνδρῳ ἀντιπαρεξάγοντες τῇ ἐλάσει, καὶ οἱ περὶ Κοῖνον, ὡς παρήγγελτο, κατόπιν αὐτοῖς ἐπεφαίνοντο. ταῦτα ξυνιδόντες οἱ Ἰνδοὶ ἀμφίστομον ἠναγκάσθησαν ποιῆσαι τὴν τάξιν τῆς ἵππου, τὴν μὲν ὡς ἐπʼ Ἀλέξανδρον τὴν πολλήν τε καὶ κρατίστην, οἱ δὲ ἐπὶ Κοῖνόν τε καὶ τοὺς ἅμα τούτῳ ἐπέστρεφον.
 
τοῦτό τε οὖν εὐθὺς ἐτάραξε τὰς τάξεις τε καὶ τὰς γνώμας τῶν Ἰνδῶν καὶ Ἀλέξανδρος ἰδὼν τὸν καιρὸν ἐν αὐτῇ τῇ ἐπὶ θάτερα ἐπιστροφῇ τῆς ἵππου ἐπιτίθεται τοῖς καθʼ αὑτόν, ὥστε οὐδὲ τὴν ἐμβολὴν ἐδέξαντο τῶν ἀμφʼ Ἀλέξανδρον ἱππέων οἱ Ἰνδοί, ἀλλὰ κατηρ[ρ]άχθησαν ὥσπερ εἰς τεῖχός τι φίλιον τοὺς ἐλέφαντας.
 
καὶ ἐν τούτῳ οἱ ἐπιστάται τῶν ἐλεφάντων ἀντεπῆγον τῇ ἵππῳ τὰ θηρία, καὶ ἡ φάλαγξ αὐτὴ τῶν Μακεδόνων ἀντεπῄει πρὸς τοὺς ἐλέφαντας, ἔς τε τοὺς ἐπιβάτας αὐτῶν ἀκοντίζοντες καὶ αὐτὰ τὰ θηρία περισταδὸν πάντοθεν βάλλοντες. καὶ ἦν τὸ ἔργον οὐδενὶ τῶν πρόσθεν ἀγώνων ἐοικός· τά τε γὰρ θηρία ἐπεκθέοντα ἐς τὰς τάξεις τῶν πεζῶν, ὅπῃ ἐπιστρέψειεν, ἐκεράϊζε καίπερ πυκνὴν οὖσαν τὴν τῶν Μακεδόνων φάλαγγα, καὶ οἱ ἱππεῖς οἱ τῶν Ἰνδῶν τοῖς πεζοῖς ἰδόντες ξυνεστηκὸς τὸ ἔργον ἐπιστρέψαντες αὖθις καὶ αὐτοὶ ἐπήλαυνον τῇ ἵππῳ.
 
ὡς δὲ πάλιν ἐκράτησαν αὐτῶν οἱ ἀμφʼ Ἀλέξανδρον τῇ τε ῥώμῃ καὶ τῇ ἐμπειρίᾳ πολὺ προέχοντες, ὡς ἐπὶ τοὺς ἐλέφαντας αὖθις κατειλήθησαν. καὶ ἐν τούτῳ πᾶσα ἡ ἵππος Ἀλεξάνδρῳ ἐς μίαν ἴλην ἤδη ξυνηγμένη, οὐκ ἐκ παραγγέλματος, ἀλλὰ ἐν τῷ ἀγῶνι αὐτῷ ἐς τήνδε τὴν τάξιν καταστᾶσα, ὅπῃ προσπέσοι τῶν Ἰνδῶν ταῖς τάξεσι, ξὺν πολλῷ φόνῳ ἀπελύοντο.
 
καὶ ἐς στενὸν ἤδη κατειλημ[μ]ένων τῶν θηρίων οὐ μείω πρὸς αὐτῶν οἱ φίλιοι ἤπερ οἱ πολέμιοι ἐβλάπτοντο ἐν ταῖς ἐπιστροφαῖς τε καὶ τοῖς ὠθισμοῖς καταπατούμενοι. τῶν τε οὖν ἱππέων, οἷα δὴ ἐν στενῷ περὶ τοὺς ἐλέφαντας εἰλουμένων, πολὺς φόνος ἐγίγνετο καὶ οἱ ἡγεμόνες τῶν ἐλεφάντων οἱ πολλοὶ κατηκοντισμένοι ἦσαν, καὶ αὐτοὶ οἱ ἐλέφαντες τὰ μὲν τιτρωσκόμενοι, τὰ δὲ ὑπό τε τῶν πόνων καὶ ἐρημίᾳ ἡγεμόνων οὐκέτι διακεκριμένοι ἐν τῇ μάχῃ ἦσαν,
 
ἀλλʼ οἷα δὴ ὑπὸ τοῦ κακοῦ ἔκφρονες φιλίοις τε ὁμοῦ καὶ πολεμίοις προσφερόμενοι πάντα τρόπον ἐξώθουν τε καὶ κατεπάτουν καὶ κατέκαινον. ἀλλʼ οἱ μὲν Μακεδόνες, ἅτε ἐν εὐρυχωρίᾳ τε καὶ κατὰ γνώμην τὴν σφῶν προσφερόμενοι τοῖς θηρίοις, ὅπῃ μὲν ἐπιφέροιντο εἶκον, ἀποστραφέντων δὲ εἴχοντο ἐσακοντίζοντες· οἱ δὲ Ἰνδοὶ ἐν αὐτοῖς ἀναστρεφόμενοι τὰ πλείω ἤδη πρὸς ἐκείνων ἐβλάπτοντο.
 
ὡς δὲ καματηρά τε ἦν τὰ θηρία καὶ οὐκέτι αὐτοῖς ἐρρωμέναι αἱ ἐκδρομαὶ ἐγίγνοντο, ἀλλὰ συριγμῷ μόνον διαχρώμενα ὥσπερ αἱ πρύμναν κρουόμεναι νῆες ἐπὶ πόδα ὑπεχώρουν, αὐτὸς μὲν Ἀλέξανδρος περιβάλλει ἐν κύκλῳ τὴν ἵππον τῇ πάσῃ τάξει, τοὺς πεζοὺς δὲ ξυνασπίσαντας ὡς ἐς πυκνοτάτην ξύγκλεισιν ἐπάγειν τὴν φάλαγγα ἐσήμηνε. καὶ οὕτως οἱ μὲν ἱππεῖς τῶν Ἰνδῶν πλὴν ὀλίγων κατεκόπησαν ἐν τῷ ἔργῳ· ἐκόπτοντο δὲ καὶ οἱ πεζοὶ πανταχόθεν ἤδη προσκειμένων σφίσι τῶν Μακεδόνων. καὶ ἐν τούτῳ ἵνα διέσχεν ἡ ἵππος ἡ Ἀλεξάνδρου ἐς φυγὴν πάντες ἐπεστράφησαν.
 
καὶ ἐν τῷ αὐτῷ Κρατερός τε καὶ οἱ ἄλλοι ὅσοι τῆς στρατιᾶς [τε] τῆς Ἀλεξάνδρου ἐπὶ τῇ ὄχθῃ τοῦ Ὑδάσπου ὑπολελειμμένοι ἡγεμόνες ἦσαν, ὡς νικῶντα λαμπρῶς κατεῖδον Ἀλέξανδρον, ἐπέρων καὶ αὐτοὶ τὸν πόρον. καὶ οὗτοι οὐ μείονα τὸν φόνον ἐν τῇ ἀποχωρήσει τῶν Ἰνδῶν ἐποίησαν, ἀκμῆτες ἀντὶ κεκμηκότων τῶν ἀμφʼ Ἀλέξανδρον ἐπιγενόμενοι τῇ διώξει
 
ἀπέθανον δὲ τῶν Ἰνδῶν πεζοὶ μὲν ὀλίγον ἀποδέοντες τῶν δισμυρίων, ἱππεῖς δὲ ἐς τρισχιλίους, τὰ δὲ ἅρματα ξύμπαντα κατεκόπη· καὶ Πώρου δύο παῖδες ἀπέθανον καὶ Σπιτάκης ὁ νομάρχης τῶν ταύτῃ Ἰνδῶν καὶ τῶν ἐλεφάντων καὶ ἁρμάτων οἱ ἡγεμόνες καὶ οἱ ἱππάρχαι καὶ οἱ στρατηγοὶ τῆς στρατιᾶς τῆς Πώρου ξύμπαντες... ἐλήφθησαν δὲ καὶ οἱ ἐλέφαντες, ὅσοι γε αὐτῶν μὴ αὐτοῦ ἀπέθανον.
 
τῶν δὲ ἀμφʼ Ἀλέξανδρον πεζοὶ μὲν ἀπὸ ἑξακισχιλίων τῶν ἐν τῇ πρώτῃ προσβολῇ γενομένων ἐς ὀγδοήκοντα μάλιστα ἀπέθανον· ἱππεῖς δὲ τῶν μὲν ἱπποτοξοτῶν, οἳ δὴ καὶ πρῶτοι τοῦ ἔργου ἥψαντο, δέκα· τῆς δὲ ἑταιρικῆς ἵππου ἀμφὶ τοὺς εἴκοσι· τῶν δὲ ἄλλων ἱππέων ὡς διακόσιοι.
 
Πῶρος δὲ μεγάλα ἔργα ἐν τῇ μάχῃ ἀποδειξάμενος μὴ ὅτι στρατηγοῦ, ἀλλὰ καὶ στρατιώτου γενναίου, ὡς τῶν τε ἱππέων τὸν φόνον κατεῖδε καὶ τῶν ἐλεφάντων τοὺς μὲν αὐτοῦ πεπτωκότας, τοὺς δὲ ἐρήμους τῶν ἡγεμόνων λυπηροὺς πλανωμένους, τῶν δὲ πεζῶν αὐτῷ οἱ πλείους ἀπολώλεσαν, οὐχ ᾗπερ Δαρεῖος ὁ μέγας βασιλεὺς ἐξάρχων τοῖς ἀμφʼ αὑτὸν τῆς φυγῆς ἀπεχώρει, ἀλλὰ ἔστε γὰρ ὑπέμενέ τι τῶν Ἰνδῶν ἐν τῇ μάχῃ ξυνεστηκός, ἐς τοσόνδε ἀγωνισάμενος,
 
τετρωμένος δὲ τὸν δεξιὸν ὦμον, ὃν δὴ γυμνὸν μόνον ἔχων ἐν τῇ μάχῃ ἀνεστρέφετο ʽἀπὸ γὰρ τοῦ ἄλλου σώματος ἤρκει αὐτῷ τὰ βέλη ὁ θώραξ περιττὸς ὢν κατά τε τὴν ἰσχὺν καὶ τὴν ἁρμονίαν, ὡς ὕστερον καταμαθεῖν θεωμένοις ἦνʼ, τότε δὴ καὶ αὐτὸς ἀπεχώρει ἐπιστρέψας τὸν ἐλέφαντα.
 
καὶ Ἀλέξανδρος μέγαν τε αὐτὸν καὶ γενναῖον ἄνδρα ἰδὼν ἐν τῇ μάχῃ σῶσαι ἐπεθύμησε. πέμπει δὴ παρʼ αὐτὸν πρῶτα μὲν Ταξίλην τὸν Ἰνδόν· καὶ Ταξίλης προσιππεύσας ἐφʼ ὅσον οἱ ἀσφαλὲς ἐφαίνετο τῷ ἐλέφαντι ὃς ἔφερε τὸν Πῶρον ἐπιστῆσαί τε ἠξίου τὸ θηρίον, οὐ γὰρ εἶναί οἱ ἔτι φεύγειν, καὶ ἀκοῦσαι τῶν παρʼ Ἀλεξάνδρου λόγων.
 
ὁ δὲ ἰδὼν ἄνδρα ἐχθρὸν ἐκ παλαιοῦ τὸν Ταξίλην ἐπιστρέψας ἀνήγετο ὡς ἀκοντίσων· καὶ ἂν καὶ κατέκανε τυχόν, εἰ μὴ ὑποφθάσας ἐκεῖνος ἀπήλασεν ἀπὸ τοῦ Πώρου πρόσω τὸν ἵππον. Ἀλέξανδρος δὲ οὐδὲ ἐπὶ τῷδε τῷ Πώρῳ χαλεπὸς ἐγένετο, ἀλλʼ ἄλλους τε ἐν μέρει ἔπεμπε καὶ δὴ καὶ Μερόην ἄνδρα Ἰνδόν, ὅτι φίλον εἶναι ἐκ παλαιοῦ τῷ Πώρῳ τὸν Μερόην ἔμαθεν. Πῶρος δὲ ὡς τὰ παρὰ τοῦ Μερόου ἤκουσε καὶ ἐκ τοῦ δίψους ἅμα ἐκρατεῖτο, ἐπέστησέ τε τὸν ἐλέφαντα καὶ κατέβη ἀπʼ αὐτοῦ· ὡς δὲ ἔπιέ τε καὶ ἀνέψυξεν, ἄγειν αὑτὸν σπουδῇ ἐκέλευσεν παρὰ Ἀλέξανδρον.
 
καὶ ὁ μὲν ἤγετο· Ἀλέξανδρος δὲ ὡς προσάγοντα ἐπύθετο, προσιππεύσας πρὸ τῆς τάξεως ξὺν ὀλίγοις τῶν ἑταίρων ἀπαντᾷ τῷ Πώρῳ· καὶ ἐπιστήσας τὸν ἵππον τό τε μέγεθος ἐθαύμαζεν, ὑπὲρ πέντε πήχεις μάλιστα ξυμβαῖνον, καὶ τὸ κάλλος τοῦ Πώρου καὶ ὅτι οὐ δεδουλωμένος τῇ γνώμῃ ἐφαίνετο, ἀλλʼ ὥσπερ ἂν ἀνὴρ ἀγαθὸς ἀνδρὶ ἀγαθῷ προσέλθοι ὑπὲρ βασιλείας τῆς αὑτοῦ πρὸς βασιλέα ἄλλον καλῶς ἠγωνισμένος.
 
ἔνθα δὴ Ἀλέξανδρος πρῶτος προσειπὼν αὐτὸν λέγειν ἐκέλευσεν ὅ τι οἱ γενέσθαι ἐθέλοι. Πῶρον δὲ ἀποκρίνασθαι λόγος ὅτι· βασιλικῶς μοι χρῆσαι, ὦ Ἀλέξανδρε. καὶ Ἀλέξανδρος ἡσθεὶς τῷ λόγῳ, τοῦτο μὲν ἔσται σοι, ἔφη, ὦ Πῶρε, ἐμοῦ ἕνεκα· σὺ δὲ σαυτοῦ ἕνεκα ὅ τι σοὶ φίλον ἀξίου. ὁ δὲ πάντα ἔφη ἐν τούτῳ ἐνεῖναι.
 
καὶ Ἀλέξανδρος τούτῳ ἔτι μᾶλλον τῷ λόγῳ ἡσθεὶς τήν τε ἀρχὴν τῷ Πώρῳ τῶν τε αὐτῶν Ἰνδῶν ἔδωκεν καὶ ἄλλην ἔτι χώραν πρὸς τῇ πάλαι οὔσῃ πλείονα τῆς πρόσθεν προσέθηκεν· καὶ οὕτως αὐτός τε βασιλικῶς κεχρημένος ἦν ἀνδρὶ ἀγαθῷ καὶ ἐκείνῳ ἐκ τούτου ἐς ἅπαντα πιστῷ ἐχρήσατο. τοῦτο τὸ τέλος τῇ μάχῃ τῇ πρὸς Πῶρόν τε καὶ τοὺς ἐπέκεινα τοῦ Ὑδάσπου ποταμοῦ Ἰνδοὺς Ἀλεξάνδρῳ ἐγένετο ἐπʼ ἄρχοντος Ἀθηναίοις Ἡγήμονος μηνὸς Μουνυχιῶνος.
 
ἵνα δὲ ἡ μάχη ξυνέβη καὶ ἔνθεν ὁρμηθεὶς ἐπέρασε τὸν Ὑδάσπην ποταμὸν πόλεις ἔκτισεν Ἀλέξανδρος. καὶ τὴν μὲν Νίκαιαν τῆς νίκης τῆς κατʼ Ἰνδῶν ἐπώνυμον ὠνόμασε, τὴν δὲ Βουκεφάλαν ἐς τοῦ ἵππου τοῦ Βουκεφάλα τὴν μνήμην, ὃς ἀπέθανεν αὐτοῦ, οὐ βληθεὶς πρὸς οὐδενός,
 
ἀλλὰ ὑπὸ καύματος τε καὶ ἡλικίας ʽἦν γὰρ ἀμφὶ τὰ τριάκοντα ἔτἠ καματηρὸς γενόμενος, πολλὰ δὲ πρόσθεν ξυγκαμών τε καὶ συγκινδυνεύσας Ἀλεξάνδρῳ, ἀναβαινόμενός τε πρὸς μόνου Ἀλεξάνδρου [ὁ Βουκεφάλας οὗτος], ὅτι τοὺς ἄλλους πάντας ἀπηξίου ἀμβάτας, καὶ μεγέθει μέγας καὶ τῷ θυμῷ γενναῖος. σημεῖον δέ οἱ ἦν βοὸς κεφαλὴ ἐγκεχαραγμένη, ἐφʼ ὅτῳ καὶ τὸ ὄνομα τοῦτο λέγουσιν ὅτι ἔφερεν· οἱ δὲ λέγουσιν ὅτι λευκὸν σῆμα εἶχεν ἐπὶ τῆς κεφαλῆς, μέλας ὢν αὐτός, ἐς βοὸς κεφαλὴν μάλιστα εἰκασμένον.
 
οὗτος ὁ ἵππος ἐν τῇ Οὐξίων χώρᾳ ἀφανὴς ἐγένετο Ἀλεξάνδρῳ, καὶ Ἀλέξανδρος προεκήρυξεν ἀνὰ τὴν χώραν πάντας ἀποκτενεῖν Οὐξίους, εἰ μὴ ἀπάξουσιν αὐτῷ τὸν ἵππον· καὶ ἀπήχθη εὐθὺς ἐπὶ τῷ κηρύγματι. τοσήδε μὲν σπουδὴ Ἀλεξάνδρῳ ἀμφʼ αὐτὸν ἦν, τόσος δὲ Ἀλεξάνδρου φόβος τοῖς βαρβάροις. καὶ ἐμοὶ ἐς τοσόνδε τετιμήσθω ὁ Βουκεφάλας οὗτος Ἀλεξάνδρου ἕνεκα.
 
Ἀλεξάνδρῳ δὲ ἐπειδὴ οἱ ἀποθανόντες ἐν τῇ μάχῃ κεκόσμηντο τῷ πρέποντι κόσμῳ, ὁ δὲ τοῖς θεοῖς τὰ νομιζόμενα ἐπινίκια ἔθυε, καὶ ἀγὼν ἐποιεῖτο αὐτῷ γυμνικὸς καὶ ἱππικὸς αὐτοῦ ἐπὶ τῇ ὄχθῃ τοῦ Ὑδάσπου, ἵναπερ τὸ πρῶτον διέβη ἅμα τῷ στρατῷ.
 
κρατερὸν μὲν δὴ ξὺν μέρει τῆς στρατιᾶς ὑπελείπετο τὰς πόλεις ἅστινας ταύτῃ ἔκτιζεν ἀναστήσοντά τε καὶ ἐκτειχιοῦντα· αὐτὸς δὲ ἤλαυνεν ὡς ἐπὶ τοὺς προσχώρους τῇ Πώρου ἀρχῇ Ἰνδούς. ὄνομα δὲ ἦν τῷ ἔθνει Γλαυγανῖκαι, Aristob. fr. 28 ὡς λέγει Ἀριστόβουλος, ὡς δὲ Πτολεμαῖος, Γλαῦσαι. Ptolem. fr. 17 ὁποτέρως δὲ ἔχει τὸ ὄνομα οὔ μοι μέλει.
 
ἐπῄει δὲ τὴν χώραν αὐτῶν Ἀλέξανδρος τῶν τε ἑταίρων ἱππέων ἔχων τοὺς ἡμίσεας καὶ τῶν πεζῶν ἀπὸ φάλαγγος ἑκάστης ἐπιλέκτους καὶ τοὺς ἱπποτοξότας σύμπαντας καὶ τοὺς Ἀγριᾶνας καὶ τοὺς τοξότας· καὶ προσεχώρουν αὐτῷ ὁμολογίᾳ πάντες.
 
καὶ ἔλαβε πόλεις μὲν ἐς τριάκοντα καὶ ἑπτά, ὧν ἵνα ὀλίγιστοι ἦσαν οἰκήτορες πεντακισχιλίων οὐκ ἐλάττους ἦσαν, πολλῶν δὲ καὶ ὑπὲρ τοὺς μυρίους· καὶ κώμας πλήθει τε πολλὰς ἔλαβε καὶ πολυανθρώπους οὐ μεῖον τῶν πόλεων. καὶ ταύτης τῆς χώρας Πώρῳ ἄρχειν ἔδωκεν. καὶ Ταξίλῃ δὲ διαλλάττει Πῶρον καὶ Ταξίλην ἀποπέμπει ὀπίσω ἐς τὰ ἤθη τὰ αὑτοῦ.
 
ἐν τούτῳ δὲ παρά τε Ἀβισάρου πρέσβεις ἧκον, ἐνδιδόντες αὐτόν τε Ἀλεξάνδρῳ Ἀβισάρην καὶ τὴν χώραν ὅσης ἦρχε. καίτοι πρό γε τῆς μάχης τῆς πρὸς Πῶρον γενομένης Ἀλεξάνδρῳ ἐπενόει Ἀβισάρης καὶ αὐτὸς ξὺν Πώρῳ τάττεσθαι· τότε δὲ καὶ τὸν ἀδελφὸν τὸν αὑτοῦ ξὺν τοῖς ἄλλοις πρέσβεσι παρʼ Ἀλέξανδρον ἔπεμψε, χρήματά τε κομίζοντα καὶ ἐλέφαντας τεσσαράκοντα δῶρον Ἀλεξάνδρῳ.
 
ἧκον δὲ καὶ παρὰ τῶν αὐτονόμων Ἰνδῶν πρέσβεις παρʼ Ἀλέξανδρον καὶ παρὰ Πώρου ἄλλου του ὑπάρχου Ἰνδῶν. Ἀλέξανδρος δὲ Ἀβισάρην διὰ τάχους ἰέναι παρʼ αὑτὸν κελεύει ἐπαπειλήσας, εἰ μὴ ἔλθοι, ὅτι αὑτὸν ὄψεται ἥκοντα ξὺν τῇ στρατιᾷ ἵνα οὐ χαιρήσει ἰδών.
 
ἐν τούτῳ δὲ Φραταφέρνης τε ὁ Παρθυαίων καὶ Ὑρκανίας σατράπης τοὺς καταλειφθέντας παρὰ οἷ Θρᾷκας ἄγων ἧκεν ὡς Ἀλέξανδρον καὶ παρὰ Σισικόττου τοῦ Ἀσσακηνῶν σατράπου ἄγγελοι, ὅτι τόν τε ὕπαρχον σφῶν ἀπεκτονότες εἶεν οἱ Ἀσσακηνοὶ καὶ ἀπʼ Ἀλεξάνδρου ἀφεστηκότες. καὶ ἐπὶ τούτους Φίλιππον ἐκπέμπει καὶ Τυρίεσπιν σὺν στρατιᾷ τὰ περὶ τὴν Ἀσσακηνῶν χώραν καταστησομένους καὶ κοσμήσοντας.
 
αὐτὸς δὲ ὡς ἐπὶ τὸν Ἀκεσίνην ποταμὸν προὐχώρει. τούτου τοῦ Ἀκεσίνου τὸ μέγεθος μόνου τῶν Ptolem. fr. 18 Ἰνδῶν ποταμῶν Πτολεμαῖος ὁ Λάγου ἀνέγραψεν· εἶναι γὰρ ἵνα ἐπέρασεν αὐτὸν Ἀλέξανδρος ἐπὶ τῶν πλοίων τε καὶ τῶν διφθερῶν ξὺν τῇ στρατιᾷ τὸ μὲν ῥεῦμα ὀξὺ τοῦ Ἀκεσίνου πέτραις μεγάλαις καὶ ὀξείαις, καθʼ ὧν φερόμενον βίᾳ τὸ ὕδωρ κυμαίνεσθαί τε καὶ καχλάζειν, τὸ δὲ εὖρος σταδίους ἐπέχειν πεντεκαίδεκα.
 
τοῖς μὲν δὴ ἐπὶ τῶν διφθερῶν περῶσιν εὐμαρῆ γενέσθαι τὸν πόρον, τοὺς δὲ ἐν τοῖς πλοίοις διαβάλλοντας ἐποκειλάντων πολλῶν πλοίων ἐπὶ ταῖς πέτραις καὶ συναρ[ρ]αχθέντων οὐκ ὀλίγους αὐτοῦ ἐν τῷ ὕδατι διαφθαρῆναι.
 
εἴη ἂν οὖν ἐκ τοῦδε τοῦ λόγου ξυντιθέντι τεκμηριοῦσθαι, ὅτι οὐ πόρρω τοῦ ἀληθοῦς ἀναγέγραπται τοῦ Ἰνδοῦ ποταμοῦ τὸ μέγεθος, ὅσοις ἐς τεσσαράκοντα σταδίους δοκεῖ τοῦ Ἰνδοῦ εἶναι τὸ εὖρος, ἵνα μέσως ἔχει αὐτὸς αὑτοῦ ὁ Ἰνδός· ἵνα δὲ στενότατός τε καὶ διὰ στενότητα βαθύτατος ἐς τοὺς πεντεκαίδεκα ξυνάγεσθαι· καὶ ταῦτα πολλαχῇ εἶναι τοῦ Ἰνδοῦ. καὶ γὰρ καὶ τοῦ Ἀκεσίνου τεκμαίρομαι ἐπιλέξασθαι Ἀλέξανδρον, ἵναπερ τὸ πλατύτατον ἦν τοῦ πόρου, ὡς σχολαιτέρῳ χρήσασθαι τῷ ῥεύματι.
 
περάσας δὲ τὸν ποταμὸν Κοῖνον μὲν ξὺν τῇ αὑτοῦ τάξει ἀπολείπει αὐτοῦ ἐπὶ τῇ ὄχθῃ προστάξας ἐπιμελεῖσθαι τῆς ὑπολελειμμένης στρατιᾶς τῆς διαβάσεως, οἳ τόν τε σῖτον αὐτῷ τὸν ἐκ τῆς ἤδη ὑπηκόου τῶν Ἰνδῶν χώρας καὶ τὰ ἄλλα ἐπιτήδεια παρακομίζειν ἔμελλον.
 
Πῶρον δὲ ἐς τὰ αὑτοῦ ἤθη ἀποπέμπει, κελεύσας Ἰνδῶν τε τοὺς μαχιμωτάτους ἐπιλεξάμενον καὶ εἴ τινας παρʼ αὑτῷ ἔχοι ἐλέφαντας, τούτους δὲ ἀναλαβόντα[ς] ἰέναι παρʼ αὑτόν. αὐτὸς δὲ Πῶρον τὸν ἕτερον τὸν κακόν, ὅτι ἐξηγγέλθη πεφευγέναι ἀπολιπὼν τὴν χώραν ἧς ἦρχεν, ἐπενόει διώκειν σὺν τοῖς κουφοτάτοις τῆς στρατιᾶς.
 
ὁ γὰρ Πῶρος οὗτος, ἔστε μὲν πολέμια ξυνειστήκει Ἀλεξάνδρῳ τὰ πρὸς τὸν ἄλλον Πῶρον, πρέσβεις παρʼ Ἀλέξανδρον πέμπων αὑτόν τε καὶ τὴν ὑπὸ οἷ χώραν ἐνεδίδου Ἀλεξάνδρῳ, κατὰ ἔχθος τὸ Πώρου μᾶλλον ἢ φιλίᾳ τῇ Ἀλεξάνδρου· ὡς δὲ ἀφειμένον τε ἐκεῖνον καὶ πρὸς τῇ αὑτοῦ καὶ ἄλλης πολλῆς ἄρχοντα ἔμαθε, τότε δὴ φοβηθείς, οὐχ οὕτω τι Ἀλέξανδρον, ὡς τὸν Πῶρον ἐκεῖνον τὸν ὁμώνυμον, φεύγει τὴν ἑαυτοῦ ἀναλαβὼν ὅσους τῶν μαχίμων ξυμπεῖσαι ἠδυνήθη μετασχεῖν οἱ τῆς φυγῆς.
 
ἐπὶ τοῦτον ἐλαύνων Ἀλέξανδρος ἀφικνεῖται ἐπὶ τὸν Ὑδραώτην ποταμόν, ἄλλον αὖ τοῦτον Ἰνδὸν ποταμόν, τὸ μὲν εὖρος οὐ μείονα τοῦ Ἀκεσίνου, ὀξύτητι δὲ τοῦ ῥοῦ μείονα. ὅσην δὲ τῆς χώρας ἔστε ἐπὶ τὸν Ὑδραώτην ἐπῆλθε, φυλακὰς ὑπέλιπεν ἐν τοῖς ἐπικαιροτάτοις χωρίοις, ὅπως οἱ ἀμφὶ Κρατερόν τε καὶ Κοῖνον διʼ ἀσφαλείας ἐπέρχοιντο τῆς χώρας τὴν πολλὴν προνομεύοντες.
 
ἐνταῦθα Ἡφαιστίωνα μὲν ἐκπέμπει δοὺς αὐτῷ μέρος τῆς στρατιᾶς, πεζῶν μὲν φάλαγγας δύο, ἱππέων δὲ τήν τε αὑτοῦ καὶ τὴν Δημητρίου ἱππαρχίαν καὶ τῶν τοξοτῶν τοὺς ἡμίσεας, ἐς τὴν Πώρου τοῦ ἀφεστηκότος χώραν, κελεύσας παραδιδόναι ταύτην Πώρῳ τῷ ἄλλῳ, καὶ εἰ δή τινα πρὸς ταῖς ὄχθαις τοῦ Ὑδραώτου ποταμοῦ αὐτόνομα ἔθνη Ἰνδῶν νέμεται, καὶ ταῦτα προσαγαγόμενον τῷ Πώρῳ ἄρχειν ἐγχειρίσαι. αὐτὸς δʼ ἐπέρα τὸν Ὑδραώτην ποταμόν, οὐ καθάπερ τὸν Ἀκεσίνην χαλεπῶς.
 
προχωροῦντι δὲ αὐτῷ ἐπέκεινα τῆς ὄχθης τοῦ Ὑδραώτου τοὺς μὲν πολλοὺς καθʼ ὁμολογίαν προσχωρεῖν ξυνέβαινεν, ἤδη δέ τινας ξὺν ὅπλοις ἀπαντήσαντας, τοὺς δὲ καὶ ὑποφεύγοντας ἑλὼν βίᾳ κατεστρέψατο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi