Thesauros Edebiyat Tarih Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Kitap 5

6.4 τῆς ἄλλης χώρας ὅσα πεδία οὐ πρόσω θαλάσσης τὰ πολλὰ τῶν ποταμῶν παρʼ ἑκάστοις ποιήματα· ὣς δὲ καὶ τῆς χώρας τὴν ἐπωνυμίαν τοῖς ποταμοῖς ἐκ παλαιοῦ προσκεῖσθαι, καθάπερ Ἕρμου τέ τι πεδίον λέγεσθαι, ὃς κατὰ τὴν Ἀσίαν γῆν ἀνίσχων ἐξ ὄρους Μητρὸς Δινδυμήνης παρὰ Σμύρναν πόλιν Αἰολικὴν ἐκδιδοῖ ἐς θάλασσαν, καὶ ἄλλο Καΰστρου, πεδίον Λύδιον καὶ Λυδίου ποταμοῦ, καὶ Καΐκου ἄλλο ἐν Μυσίᾳ καὶ Μαιάνδρου τὸ Καρικὸν ἔστε ἐπὶ Μίλητον πόλιν Ἰωνικήν.
6.5 Αἴγυπτόν τε Ἡρόδοτός τε καὶ Herod. II 5 Ἑκαταῖος οἱ λογοποιοί, ἢ εἰ δή του ἄλλου ἢ Ἑκαταίου Hecat. fr. 279 ἐστὶ τὰ ἀμφὶ τῇ γῇ τῇ Αἰγυπτίᾳ ποιήματα, δῶρόν τε τοῦ ποταμοῦ ἀμφότεροι ὡσαύτως ὀνομάζουσιν καὶ οὐκ ἀμαυροῖς τεκμηρίοις ὅτι ταύτῃ ἔχει Ἡροδότῳ ἐπιδέδεικται, ὡς καὶ τὴν γῆν αὐτὴν τυχὸν τοῦ ποταμοῦ εἶναι ἐπώνυμον. Αἴγυπτος γὰρ τὸ παλαιὸν ὁ ποταμὸς ὅτι ἐκαλεῖτο, ὅντινα νῦν Νεῖλον Αἰγύπτιοί τε καὶ οἱ ἔξω Αἰγύπτου ἄνθρωποι ὀνομάζουσιν, ἱκανὸς τεκμηριῶσαι Odgss. 4. 581 Ὅμηρος, λέγων ἐπὶ τῇ ἐκβολῇ τοῦ Αἰγύπτου ποταμοῦ τὸν Μενέλεων στῆσαι τὰς νέας.
6.6 εἰ δὴ οὖν εἷς τε ποταμὸς παρʼ ἑκάστοις καὶ οὐ μεγάλοι οὗτοι ποταμοὶ ἱκανοὶ γῆν πολλὴν ποιῆσαι ἐς θάλασσαν προχεόμενοι, ὁπότε ἰλὺν καταφέροιεν καὶ πηλὸν ἐκ τῶν ἄνω τόπων ἔνθενπερ αὐτοῖς αἱ πηγαί εἰσιν, οὐδὲ ὑπὲρ τῆς Ἰνδῶν ἄρα χώρας ἐς ἀπιστίαν ἰέναι ἄξιον, ὅπως πεδίον τε ἡ πολλή ἐστι καὶ ἐκ τῶν ποταμῶν τὸ πεδίον ἔχει προσκεχωσμένον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi