Thesauros Edebiyat Tarih Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Kitap 4

4.5 Ἀλέξανδρος δὲ τεταραγμένους πρὸς τὰ βέλη ἰδὼν ὑπὸ σαλπίγγων ἐπέρα τὸν ποταμὸν αὐτὸς ἡγούμενος· εἵπετο δὲ αὐτῷ καὶ ἡ ἄλλη στρατιά. πρῶτον μὲν δὴ τοὺς τοξότας καὶ σφενδονήτας ἀποβιβάσας σφενδονᾶν τε καὶ ἐκτοξεύειν ἐκέλευσεν ἐς τοὺς Σκύθας, ὡς μὴ πελάζειν αὐτοὺς τῇ φάλαγγι τῶν πεζῶν ἐκβαινούσῃ, πρὶν τὴν ἵππον αὐτῷ διαβῆναι πᾶσαν.
4.6 ὡς δὲ ἀθρόοι ἐπὶ τῇ ὄχθῃ ἐγένοντο, ἐφῆκεν ἐπὶ τοὺς Σκύθας τὸ μὲν πρῶτον μίαν ἱππαρχίαν τῶν ξένων καὶ τῶν σαρισσοφόρων ἴλας τέσσαρας· καὶ τούτους δεξάμενοι οἱ Σκύθαι καὶ ἐς κύκλους περιϊππεύοντες ἔβαλλόν τε πολλοὶ ὀλίγους καὶ αὐτοὶ οὐ χαλεπῶς διεφύγγανον. Ἀλέξανδρος δὲ τούς τε τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τοὺς ἄλλους ψιλούς, ὧν Βάλακρος ἦρχεν, ἀναμίξας τοῖς ἱππεῦσιν ἐπῆγεν ἐπὶ τοὺς Σκύθας.
4.7 ὡς δὲ ὁμοῦ ἤδη ἐγίγνοντο, ἐλάσαι ἐκέλευσεν ἐς αὐτοὺς τῶν τε ἑταίρων τρεῖς ἱππαρχίας καὶ τοὺς ἱππακοντιστὰς ξύμπαντας· καὶ αὐτὸς δὲ τὴν λοιπὴν ἵππον ἄγων σπουδῇ ἐνέβαλεν ὀρθίαις ταῖς ἴλαις. οὔκουν ἔτι οἷοί τε ἦσαν ἐξελίσσειν τὴν ἱππασίαν ἐς κύκλους, ὡς πρόσθεν ἔτι· ὁμοῦ μὲν γὰρ ἡ ἵππος προσέκειτο αὐτοῖς, ὁμοῦ δὲ οἱ ψιλοὶ ἀναμεμιγμένοι τοῖς ἱππεῦσιν οὐκ εἴων τὰς ἐπιστροφὰς ἀσφαλεῖς ποιεῖσθαι. ἔνθα λαμπρὰ ἤδη φυγὴ τῶν Σκυθῶν ἦν·
4.8 καὶ πίπτουσι μὲν αὐτῶν ἐς χιλίους καὶ εἷς τῶν ἡγεμόνων, Σατράκης, ἑάλωσαν δὲ ἐς ἑκατὸν καὶ πεντήκοντα. ὡς δὲ ἡ δίωξις ὀξεῖά τε καὶ διὰ καύματος πολλοῦ ταλαιπώρως ἐγίνετο, δίψει τε ἡ στρατιὰ πᾶσα εἴχετο καὶ αὐτὸς Ἀλέξανδρος ἐλαύνων πίνει ὁποῖον ἦν ὕδωρ ἐν τῇ γῇ ἐκείνῃ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi