Kitap 4
30.1
τῇ μὲν δὴ πρώτῃ ἡμέρᾳ ὡς ἐπὶ στάδιον ἔχωσεν αὐτῷ ὁ στρατός. ἐς δὲ τὴν ὑστεραίαν οἵ τε σφενδονῆται σφενδονῶντες ἐς τοὺς Ἰνδοὺς ἐκ τοῦ ἤδη κεχωσμένου καὶ ἀπὸ τῶν μηχανῶν βέλη ἀφιέμενα ἀνέστελλε τῶν Ἰνδῶν τὰς ἐκδρομὰς τὰς ἐπὶ τοὺς χωννύοντας. καὶ ἐχώννυτο αὐτῷ ἐς τρεῖς ἡμέρας ξυνεχῶς τὸ χωρίον. τῇ τετάρτῃ δὲ βιασάμενοι τῶν Μακεδόνων οὐ πολλοὶ κατέσχον ὀλίγον γήλοφον ἰσόπεδον τῇ πέτρᾳ. καὶ Ἀλέξανδρος οὐδέν τι ἐλινύων ἐπῆγε τὸ χῶμα ξυνάψαι ἐθέλων τὸ χωννύμενον τῷ γηλόφῳ, ὅντινα οἱ ὀλίγοι αὐτῷ ἤδη κατεῖχον.
30.2
οἱ δὲ Ἰνδοὶ πρός τε τὴν ἀδιήγητον τόλμαν τῶν ἐς τὸν γήλοφον βιασαμένων Μακεδόνων ἐκπλαγέντες καὶ τὸ χῶμα ξυνάπτον ἤδη ὁρῶντες, τοῦ μὲν ἀπομάχεσθαι ἔτι ἀπείχοντο, πέμψαντες δὲ κήρυκας σφῶν παρὰ Ἀλέξανδρον ἐθέλειν ἔφασκον ἐνδοῦναι τὴν πέτραν, εἴ σφισι σπένδοιτο. γνώμην δὲ ἐπεποίηντο ἐν τῷ ἔτι διαμέλλοντι τῶν σπονδῶν διαγαγόντες τὴν ἡμέραν νυκτὸς ὡς ἕκαστοι διασκεδάννυσθαι ἐπὶ τὰ σφέτερα ἤθη.
30.3
καὶ τοῦτο ὡς ἐπύθετο Ἀλέξανδρος, ἐνδίδωσιν αὐτοῖς χρόνον τε ἐς τὴν ἀποχώρησιν καὶ τῆς φυλακῆς τὴν κύκλωσιν τὴν πάντῃ ἀφελεῖν. καὶ αὐτὸς ἔμενεν ἔστε ἤρξαντο τῆς ἀποχωρήσεως· καὶ ἐν τούτῳ ἀναλαβὼν τῶν σωματοφυλάκων καὶ τῶν ὑπασπιστῶν ἐς ἑπτακοσίους κατὰ τὸ ἐκλελειμμένον τῆς πέτρας ἀνέρχεται ἐς αὐτὴν πρῶτος, καὶ οἱ Μακεδόνες ἄλλος ἄλλῃ ἀνιμῶντες ἀλλήλους ἀνῄεσαν.