Thesauros Edebiyat Tarih Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Kitap 4

28.5 καὶ οἱ ἀμφὶ Ἡφαιστίωνά τε καὶ Περδίκκαν αὐτῷ ἄλλην πόλιν ἐκτειχίσαντες, Ὀροβάτις ὄνομα τῇ πόλει ἦν, καὶ φρουρὰν καταλιπόντες ὡς ἐπὶ τὸν Ἰνδὸν ποταμὸν ᾔεσαν· ὡς δὲ ἀφίκοντο, ἔπρασσον ἤδη ὅσα ἐς τὸ ζεῦξαι τὸν Ἰνδὸν ὑπὸ Ἀλεξάνδρου ἐτέτακτο.
28.6 Ἀλέξανδρος δὲ τῆς μὲν χώρας τῆς ἐπὶ τάδε τοῦ Ἰνδοῦ ποταμοῦ σατράπην κατέστησε Νικάνορα τῶν ἑταίρων. αὐτὸς δὲ τὰ μὲν πρῶτα ὡς ἐπὶ τὸν Ἰνδὸν ποταμὸν ἦγε, καὶ πόλιν τε Πευκελαῶτιν οὐ πόρρω τοῦ Ἰνδοῦ ᾠκισμένην ὁμολογίᾳ παρεστήσατο καὶ ἐν αὐτῇ φρουρὰν καταστήσας τῶν Μακεδόνων καὶ Φίλιππον ἐπὶ τῇ φρουρᾷ ἡγεμόνα, ὁ δὲ καὶ ἄλλα προσηγάγετο μικρὰ πολίσματα πρὸς τῷ Ἰνδῷ ποταμῷ ᾠκισμένα. ξυνείποντο δὲ αὐτῷ Κωφαῖός τε καὶ Ἀσσαγέτης οἱ ὕπαρχοι τῆς χώρας.
28.7 ἀφικόμενος δὲ ἐς Ἐμβόλιμα πόλιν, ἣ ξύνεγγυς τῆς πέτρας τῆς Ἀόρνου ᾠκεῖτο, Κρατερὸν μὲν ξὺν μέρει τῆς στρατιᾶς καταλείπει αὐτοῦ, σῖτόν τε ἐς τὴν πόλιν ὡς πλεῖστον ξυνάγειν καὶ ὅσα ἄλλα ἐς χρόνιον τριβήν, ὡς ἐντεῦθεν ὁρμωμένους τοὺς Μακεδόνας χρονίῳ πολιορκίᾳ ἐκτρυχῶσαι τοὺς κατέχοντας τὴν πέτραν, εἰ μὴ ἐξ ἐφόδου ληφθείη.
28.8 αὐτὸς δὲ τοὺς τοξότας τε ἀναλαβὼν καὶ τοὺς Ἀγριᾶνας καὶ τὴν Κοίνου τάξιν καὶ ἀπὸ τῆς ἄλλης φάλαγγος ἐπιλέξας τοὺς κουφοτάτους τε καὶ ἅμα εὐοπλοτάτους καὶ τῶν ἑταίρων ἱππέων ἐς διακοσίους καὶ ἱπποτοξότας ἐς ἑκατὸν προσῆγε τῇ πέτρᾳ. καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ κατεστρατοπεδεύσατο, ἵνα ἐπιτήδειον αὐτῷ ἐφαίνετο, τῇ δὲ ὑστεραίᾳ ὀλίγον προελθὼν ὡς πρὸς τὴν πέτραν αὖθις ἐστρατοπεδεύσατο. καὶ ἐν τούτῳ ἧκον παρʼ αὐτὸν τῶν προσχώρων

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi