Thesauros Edebiyat Tarih Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Kitap 4

26.5 ἐπαγαγὼν δὲ τὰς μηχανὰς τῇ ὑστεραίᾳ τῶν μὲν τειχῶν τι εὐμαρῶς κατέσεισε, βιαζομένους δὲ ταύτῃ τοὺς Μακεδόνας ᾗ παρέρρηκτο τοῦ τείχους οὐκ ἀτόλμως οἱ Ἰνδοὶ ἠμύνοντο, ὥστε ταύτῃ μὲν τῇ ἡμέρᾳ ἀνεκαλέσατο τὴν στρατιάν. τῇ δὲ ὑστεραίᾳ τῶν τε Μακεδόνων αὐτῶν ἡ προσβολὴ καρτερωτέρα ἐγίγνετο καὶ πύργος ἐπήχθη ξύλινος τοῖς τείχεσιν, ὅθεν ἐκτοξεύοντες οἱ τοξόται καὶ βέλη ἀπὸ μηχανῶν ἀφιέμενα ἀνέστελλεν ἐπὶ πολὺ τοὺς Ἰνδούς. ἀλλʼ οὐδὲ ὣς βιάσασθαι εἴσω τοῦ τείχους οἷοί τε ἐγένοντο.
26.6 τῇ δὲ τρίτῃ προσαγαγὼν αὖθις τὴν φάλαγγα καὶ ἀπὸ μηχανῆς γέφυραν ἐπιβαλὼν τοῦ τείχους ᾗ παρερρωγὸς ἦν, ταύτῃ ἐπῆγε τοὺς ὑπασπιστάς, οἵπερ αὐτῷ καὶ Τύρον ὡσαύτως ἐξεῖλον. πολλῶν δὲ ὑπὸ προθυμίας ὠθουμένων ἄχθος λαβοῦσα μεῖζον ἡ γέφυρα κατερράγη καὶ πίπτουσι ξὺν αὐτῇ οἱ Μακεδόνες.
26.7 οἱ δὲ βάρβαροι ἰδόντες τὸ γιγνόμενον λίθοις τε ξὺν βοῇ ἀπὸ τῶν τειχῶν καὶ τοξεύμασι καὶ ἄλλῳ ὅτῳ τις μετὰ χεῖρας ἔχων ἐτύγχανεν ἢ ὅτῳ τις ἐν τῷ τότε ἔλαβεν ἐξηκόντιζον ἐς τοὺς Μακεδόνας· οἱ δὲ καὶ κατὰ θύρας, αἵτινες αὐτοῖς κατὰ τὰ μεσοπύργια μικραὶ ἦσαν, ἐκθέοντες ἐκ χειρὸς ἔπαιον τεταραγμένους.
27.1 Ἀλέξανδρος δὲ πέμπει Ἀλκέταν ξὺν τῇ αὐτοῦ τάξει τούς τε κατατετρωμένους ἀναλαβεῖν καὶ ὅσοι προσεμάχοντο ἐπανακαλέσασθαι ὡς ἐπὶ τὸ στρατόπεδον. καὶ τῇ τετάρτῃ ὡσαύτως ἀπʼ ἄλλης μηχανῆς ἄλλη ἐπιβάθρα αὐτῷ προσήγετο πρὸς τὸ τεῖχος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi