Thesauros Edebiyat Tarih Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Kitap 4

17.1 καὶ ταῦτα ὡς Κρατερῷ ἐξηγγέλθη, σπουδῇ ἐπὶ τοὺς Μασσαγέτας ἤλαυνεν. οἱ δὲ ὡς ἐπύθοντο πλησίον ἐπελαύνοντά σφισι Κρατερόν, ἔφευγον ἀνὰ κράτος ὡς εἰς τὴν ἐρήμην. καὶ Κρατερὸς ἐχόμενος αὐτῶν αὐτοῖς τε ἐκείνοις περιπίπτει οὐ πόρρω τῆς ἐρήμου καὶ ἄλλοις ἱππεῦσι Μασσαγετῶν ὑπὲρ τοὺς χιλίους.
17.2 καὶ μάχη γίγνεται τῶν τε Μακεδόνων καὶ τῶν Σκυθῶν καρτερά· καὶ ἐνίκων οἱ Μακεδόνες. τῶν δὲ Σκυθῶν ἀπέθανον μὲν ἑκατὸν καὶ πεντήκοντα ἱππεῖς· οἱ δε ἄλλοι οὐ χαλεπῶς ἐς τὴν ἐρήμην διεσώθησαν, ὅτι ἄπορον ἦν προσωτέρω τοῖς Μακεδόσι διώκειν.
17.3 καὶ ἐν τούτῳ Ἀλέξανδρος Ἀρτάβαζον μὲν τῆς σατραπείας τῆς Βακτρίων ἀπαλλάττει δεηθέντα διὰ γῆρας, Ἀμύνταν δὲ τὸν Νικολάου σατράπην ἀντʼ αὐτοῦ καθίστησι. Κοῖνον δὲ ἀπολείπει αὐτοῦ τὴν τε αὑτοῦ τάξιν καὶ τὴν Μελεάγρου ἔχοντα καὶ τῶν ἑταίρων ἱππέων ἐς τετρακοσίους καὶ τοὺς ἱππακοντιστὰς πάντας καὶ τῶν Βακτρίων τε καὶ Σογδιανῶν καὶ ὅσοι ἄλλοι μετὰ Ἀμύντου ἐτάχθησαν, προστάξας ἅπασιν ἀκούειν Κοίνου καὶ διαχειμάζειν αὐτοῦ ἐν τῇ Σογδιανῇ, τῆς τε χώρας ἕνεκα τῆς φυλακῆς καὶ εἴ πῃ ἄρα Σπιταμένην περιφερόμενον κατὰ τὸν χειμῶνα ἐνεδρεύσαντας ξυλλαβεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi