Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

74.5 Ἀπόλλωνα δὲ τῆς κιθάρας εὑρετὴν ἀναγορεύουσι καὶ τῆς κατʼ αὐτὴν μουσικῆς· ἔτι δὲ τὴν ἰατρικὴν ἐπιστήμην ἐξενεγκεῖν διὰ τῆς μαντικῆς τέχνης γινομένην, διʼ ἧς τὸ παλαιὸν συνέβαινε θεραπείας τυγχάνειν τοὺς ἀρρωστοῦντας· εὑρετὴν δὲ καὶ τοῦ τόξου γενόμενον διδάξαι τοὺς ἐγχωρίους τὰ περὶ τὴν τοξείαν, ἀφʼ ἧς αἰτίας μάλιστα παρὰ τοῖς Κρησὶν ἐζηλῶσθαι τὴν τοξικὴν καὶ τὸ τόξον Κρητικὸν ὀνομασθῆναι.
74.6 Ἀπόλλωνος δὲ καὶ Κορωνίδος Ἀσκληπιὸν γενηθέντα, καὶ πολλὰ παρὰ τοῦ πατρὸς τῶν εἰς ἰατρικὴν μαθόντα, προσεξευρεῖν τήν τε χειρουργίαν καὶ τὰς τῶν φαρμάκων σκευασίας καὶ ῥιζῶν δυνάμεις, καὶ καθόλου προβιβάσαι τὴν τέχνην ἐπὶ τοσοῦτον, ὥστε ὡς ἀρχηγὸν αὐτῆς καὶ κτίστην τιμᾶσθαι.
75.1 τῷ δʼ Ἑρμῇ προσάπτουσι τὰς ἐν τοῖς πολέμοις γινομένας ἐπικηρυκείας καὶ διαλλαγὰς καὶ σπονδὰς καὶ τὸ τούτων σύσσημον κηρύκειον, ὃ φορεῖν εἰώθασιν οἱ περὶ τῶν τοιούτων τοὺς λόγους ποιούμενοι καὶ διὰ τούτου τυγχάνοντες παρὰ τοῖς πολεμίοις ἀσφαλείας· ὅθεν δὴ καὶ κοινὸν Ἑρμῆν ὠνομάσθαι, διὰ τὸ τὴν ὠφέλειαν ἀμφοτέροις εἶναι κοινὴν τοῖς ἐν τῷ πολέμῳ τὴν εἰρήνην μεταλαμβάνουσι.
75.2 φασὶ δʼ αὐτὸν καὶ μέτρα καὶ σταθμὰ καὶ τὰ διὰ τῆς ἐμπορίας κέρδη πρῶτον ἐπινοῆσαι καὶ τὸ λάθρᾳ τὰ τῶν ἄλλων σφετερίζεσθαι. παραδεδόσθαι δʼ αὐτὸν καὶ κήρυκα τῶν θεῶν, ἔτι δʼ ἄγγελον ἄριστον διὰ τὸ σαφῶς αὐτὸν ἕκαστα τῶν εἰς ἐντολὴν δοθέντων ἑρμηνεύειν· ἀφʼ οὗ καὶ τετευχέναι τῆς προσηγορίας αὐτὸν ταύτης, οὐχ εὑρετὴν τῶν ὀνομάτων καὶ λέξεων γενόμενον, ὥς τινές φασιν, ἀλλὰ τὸ τῆς ἀπαγγελίας ἄρτιον καὶ σαφὲς ἐκπεπονηκότα περιττότερον τῶν ἄλλων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi