Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

30.2 ὁ δὲ Περικλῆς ἀκούσας τὴν τῶν ἰδίων ἧτταν, εὐθὺς ὑπέστρεψε καὶ στόλον ἀξιόλογον ἤθροισε, βουλόμενος εἰς τέλος συντρῖψαι τὸν τῶν ἐναντίων στόλον. ταχὺ δʼ ἀποστειλάντων Ἀθηναίων μὲν ἑξήκοντα τριήρεις, Χίων δὲ καὶ Μυτιληναίων τριάκοντα, μεγάλην ἔχων δύναμιν συνεστήσατο τὴν πολιορκίαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, συνεχεῖς ποιούμενος προσβολάς.
90.3 διὰ δὲ τὰς αὐτὰς αἰτίας δοκοῦσιν Αἰγύπτιοι τοὺς ἑαυτῶν βασιλεῖς προσκυνεῖν τε καὶ τιμᾶν ὡς πρὸς ἀλήθειαν ὄντας θεούς, ἅμα μὲν οὐκ ἄνευ δαιμονίου τινὸς προνοίας νομίζοντες αὐτοὺς τετευχέναι τῆς τῶν ὅλων ἐξουσίας, ἅμα δὲ τοὺς βουλομένους τε καὶ δυναμένους τὰ μέγιστʼ εὐεργετεῖν ἡγούμενοι θείας μετέχειν φύσεως.
20.6 τοῦ δὲ λέοντος ἐξελόντος τούς τε ὄνυχας καὶ τοὺς ὀδόντας τὸν πατέρα, θεωρήσαντα πάντα διʼ ὧν ἦν φοβερὸς ἀποβεβληκότα, τύπτοντα τῷ ξύλῳ ῥᾳδίως ἀποκτεῖναι. τὸ παραπλήσιον οὖν ποιεῖν καὶ τὸν Ἀντίγονον·
30.3 κατεσκεύασε δὲ καὶ μηχανὰς πρῶτος τῶν πρὸ αὐτοῦ τούς τε ὀνομαζομένους κριοὺς καὶ χελώνας, Ἀρτέμωνος τοῦ Κλαζομενίου κατασκευάσαντος. ἐνεργῶς δὲ πολιορκήσας τὴν πόλιν καὶ ταῖς μηχαναῖς καταβαλὼν τὰ τείχη κύριος ἐγένετο τῆς Σάμου. κολάσας δὲ τοὺς αἰτίους ἐπράξατο τοὺς Σαμίους τὰς εἰς τὴν πολιορκίαν γεγενημένας δαπάνας, τιμησάμενος αὐτὰς ταλάντων διακοσίων.
36.4 περὶ μὲν οὖν τῶν ἀφιερωμένων ζῴων εἰ καὶ πεπλεονάκαμεν, ἀλλʼ οὖν γε τὰ μάλιστα θαυμαζόμενα τῶν παρʼ Αἰγυπτίοις νόμιμα διευκρινήκαμεν.
81.7 μέχρι τούτου γὰρ ποιεῖσθαι τὰς ἐπαγγελίας ἕως ἂν τῆς δυνάμεως κυριεύσῃ καὶ κολάσῃ τηνικαῦτα τοὺς ἀφηγουμένους. ἐπισημαινομένου δὲ τοῦ πλήθους ὡς ὀρθῶς λέγοντος τότε μὲν ἔλυσε τὴν ἐκκλησίαν·
30.4 παρείλετο δὲ καὶ τὰς ναῦς αὐτῶν καὶ τὰ τείχη κατέσκαψε, καὶ τὴν δημοκρατίαν καταστήσας ἐπανῆλθεν εἰς τὴν πατρίδα. Ἀθηναίοις δὲ καὶ Λακεδαιμονίοις μέχρι τούτων τῶν χρόνων αἱ τριακονταετεῖς σπονδαὶ διέμειναν ἀσάλευτοι. καὶ ταῦτα μὲν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi