Kitap 5
72.4
λέγουσι δὲ καὶ τοὺς γάμους τοῦ τε Διὸς καὶ τῆς Ἥρας ἐν τῇ Κνωσίων χώρᾳ γενέσθαι κατά τινα τόπον πλησίον τοῦ Θήρηνος ποταμοῦ, καθʼ ὃν νῦν ἱερόν ἐστιν, ἐν ᾧ θυσίας κατʼ ἐνιαυτὸν ἁγίους ὑπὸ τῶν ἐγχωρίων συντελεῖσθαι, καὶ τοὺς γάμους ἀπομιμεῖσθαι, καθάπερ ἐξ ἀρχῆς γενέσθαι παρεδόθησαν.
72.5
τοῦ δὲ Διὸς ἐκγόνους φασὶ γενέσθαι θεὰς μὲν Ἀφροδίτην καὶ Χάριτας, πρὸς δὲ ταύταις Εἰλείθυιαν καὶ τὴν ταύτης συνεργὸν Ἄρτεμιν, καὶ τὰς προσαγορευομένας Ὥρας, Εὐνομίαν τε καὶ Δίκην, ἔτι δʼ Εἰρήνην καὶ Ἀθηνᾶν καὶ Μοῦσας, θεοὺς δὲ Ἥφαιστον καὶ Ἄρην καὶ Ἀπόλλωνα, πρὸς δὲ τούτοις Ἑρμῆν καὶ Διόνυσον καὶ Ἡρακλέα.
73.1
τούτων δʼ ἑκάστῳ μυθολογοῦσι τὸν Δία τῶν εὑρεθέντων ὑπʼ αὐτοῦ καὶ συντελουμένων ἔργων τὰς ἐπιστήμας καὶ τὰς τιμὰς τῆς εὑρέσεως ἀπονεῖμαι, βουλόμενον αἰώνιον αὐτοῖς περιποιῆσαι μνήμην παρὰ πᾶσιν ἀνθρώποις.
73.2
παραδοθῆναι δὲ τῇ μὲν Ἀφροδίτῃ τήν τε τῶν παρθένων ἡλικίαν, ἐν οἷς χρόνοις δεῖ γαμεῖν αὐτάς, καὶ τὴν ἄλλην ἐπιμέλειαν τὴν ἔτι καὶ νῦν ἐν τοῖς γάμοις γινομένην μετὰ θυσιῶν καὶ σπονδῶν, ἃς ποιοῦσιν ἄνθρωποι τῇ θεῷ ταύτῃ. προθύουσι δὲ πρότερον ἅπαντες τῷ Διὶ τῷ τελείῳ καὶ Ἥρᾳ τελείᾳ διὰ τὸ τούτους ἀρχηγοὺς γεγονέναι καὶ πάντων εὑρετάς, καθότι προείρηται.
73.3
ταῖς δὲ Χάρισι δοθῆναι τὴν τῆς ὄψεως κόσμησιν καὶ τὸ σχηματίζειν ἕκαστον μέρος τοῦ σώματος πρὸς τὸ βέλτιον καὶ προσηνὲς τοῖς θεωροῦσι, πρὸς δὲ τούτοις τὸ κατάρχειν εὐεργεσίας καὶ πάλιν ἀμείβεσθαι ταῖς προσηκούσαις χάρισι τοὺς εὖ ποιήσαντας.