Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

70.5 τὸ δὲ πάντων παραδοξότατον καὶ μυθολογούμενον περὶ τῶν μελιττῶν οὐκ ἄξιον παραλιπεῖν· τὸν γὰρ θεόν φασιν ἀθάνατον μνήμην τῆς πρὸς αὐτὰς οἰκειότητος διαφυλάξαι βουλόμενον ἀλλάξαι μὲν τὴν χρόαν αὐτῶν καὶ ποιῆσαι χαλκῷ χρυσοειδεῖ παραπλησίαν, τοῦ τόπου δʼ ὄντος ὑψηλοῦ καθʼ ὑπερβολήν, καὶ πνευμάτων τε μεγάλων ἐν αὐτῷ γινομένων καὶ χιόνος πολλῆς πιπτούσης, ἀνεπαισθήτους αὐτὰς καὶ ἀπαθεῖς ποιῆσαι, δυσχειμερωτάτους τόπους νεμομένας.
70.6 τῇ θρεψάσῃ δʼ αἰγὶ τιμάς τέ τινας ἄλλας ἀπονεῖμαι καὶ τὴν ἐπωνυμίαν ἀπʼ αὐτῆς λαβεῖν, αἰγίοχον ἐπονομασθέντα. ἀνδρωθέντα δʼ αὐτόν φασι πρῶτον πόλιν κτίσαι περὶ τὴν Δίκταν, ὅπου καὶ τὴν γένεσιν αὐτοῦ γενέσθαι μυθολογοῦσιν· ἧς ἐκλειφθείσης ἐν τοῖς ὕστερον χρόνοις διαμένειν ἔτι καὶ νῦν ἕρματα τῶν θεμελίων.
71.1 διενέγκαι δὲ τὸν θεὸν τοῦτον ἁπάντων ἀνδρείᾳ καὶ συνέσει καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις ἁπάσαις ἀρεταῖς· διὸ καὶ παραλαβόντα τὴν βασιλείαν παρὰ τοῦ Κρόνου πλεῖστα καὶ μέγιστα τὸν ἀνθρώπινον βίον εὐεργετῆσαι. πρῶτον μὲν γὰρ ἁπάντων καταδεῖξαι περὶ τῶν ἀδικημάτων τὸ δίκαιον ἀλλήλοις διδόναι τοὺς ἀνθρώπους καὶ τοῦ βίᾳ τι πράττειν ἀποστῆσαι, κρίσει δὲ καὶ δικαστηρίῳ τὰς ἀμφισβητήσεις διαλύειν. καθόλου δὲ τὰ περί τε τῆς εὐνομίας καὶ τῆς εἰρήνης προσαναπληρῶσαι, τοὺς μὲν ἀγαθοὺς πείθοντα, τοὺς δὲ φαύλους τῇ τιμωρίᾳ καὶ τῷ φόβῳ καταπληττόμενον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi