Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

arg. α. περὶ τῶν ἀφορμῶν αἷς χρησάμενος Ἀγαθοκλῆς τύραννος ἐγένετο τῶν Συρακουσίων.
2.4 τῶν δὲ συγγραφέων, καίπερ τῆς μάχης ταύτης ἐπιφανοῦς γεγενημένης, οὐδεὶς οὔτε τὸν τρόπον αὐτῆς οὔτε τὴν διάταξιν ἀνέγραψε. Μυρωνίδης μὲν οὖν ἐπιφανεῖ μάχῃ νικήσας τοὺς Βοιωτοὺς ἐνάμιλλος ἐγενήθη τοῖς πρὸ αὐτοῦ γενομένοις ἡγεμόσιν ἐπιφανεστάτοις, Θεμιστοκλεῖ καὶ Μιλτιάδῃ καὶ Κίμωνι.
2.4 ἐν ἔθει γὰρ εἶναι τοῖς κατʼ Αἴγυπτον δυνάσταις περιτίθεσθαι περὶ τὴν κεφαλὴν λεόντων καὶ ταύρων καὶ δρακόντων προτομάς, σημεῖα τῆς ἀρχῆς· καὶ ποτὲ μὲν δένδρα, ποτὲ δὲ πῦρ, ἔστι δʼ ὅτε καὶ θυμιαμάτων εὐωδῶν ἔχειν ἐπὶ τῆς κεφαλῆς οὐκ ὀλίγα, καὶ διὰ τούτων ἅμα μὲν ἑαυτοὺς εἰς εὐπρέπειαν κοσμεῖν, ἅμα δὲ τοὺς ἄλλους εἰς κατάπληξιν ἄγειν καὶ δεισιδαίμονα διάθεσιν.
arg. β. ὡς οἱ Κροτωνιατῶν φυγάδες ἐπιστρατεύσαντες ἐπὶ τὴν πατρίδα πάντες ἀνῃρέθησαν.
2.5 ὁ δὲ Μυρωνίδης μετὰ τὴν γενομένην νίκην Τάναγραν μὲν ἐκπολιορκήσας, περιεῖλεν αὐτῆς τὰ τείχη, τὴν δὲ Βοιωτίαν ἅπασαν ἐπιὼν ἔτεμνε καὶ κατέφθειρε καὶ τοῖς στρατιώταις διελὼν τὰ λάφυρα πάντας ὠφελείαις ἁδραῖς ἐκόσμησεν.
2.5 μετὰ δὲ τὴν Πρωτέως τελευτὴν διαδεξάμενος τὴν βασιλείαν ὁ υἱὸς Ῥέμφις διετέλεσε πάντα τὸν τοῦ ζῆν χρόνον ἐπιμελόμενος τῶν προσόδων καὶ σωρεύων πανταχόθεν τὸν πλοῦτον, διὰ δὲ μικροψυχίαν καὶ φιλαργυρίαν ἤθους οὔτε εἰς ἀναθήματα θεῶν οὔτʼ εἰς εὐεργεσίαν ἀνθρώπων οὐδὲν ἀνήλωσε.
arg. γ. Ὀλυμπιάδος μετὰ τοῦ παιδὸς κάθοδος ἐπὶ τὴν βασιλείαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi