Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

81.1 τῶν γὰρ ἄλλων ἁπάντων ἁμαρτανουσῶν γυναικῶν ἀργυρικὰς ζημίας τεταχότων οὗτος φιλοτέχνῳ προστίμῳ τὰς ἀκολασίας αὐτῶν διωρθώσατο. ἔγραψε γὰρ οὕτω· γυναικὶ ἐλευθέρᾳ μὴ πλείω ἀκολουθεῖν μιᾶς θεραπαινίδος, ἐὰν μὴ μεθύῃ, μηδὲ ἐξιέναι νυκτὸς ἐκ τῆς πόλεως εἰ μὴ μοιχευομένην, μηδὲ περιτίθεσθαι χρυσία μηδὲ ἐσθῆτα παρυφασμένην, ἐὰν μὴ ἑταίρα ᾖ, μηδὲ τὸν ἄνδρα φορεῖν δακτύλιον ὑπόχρυσον μηδὲ ἱμάτιον ἰσομιλήσιον, ἐὰν μὴ ἑταιρεύηται ἢ μοιχεύηται.
30.5 φασὶν οὖν κατασκευάσαντας εἰκόνας τῶν ζῴων ἃ νῦν τιμῶσι, καὶ πήξαντας ἐπὶ σαυνίων, φορεῖν τοὺς ἡγεμόνας, καὶ διὰ τούτου τοῦ τρόπου γνωρίζειν ἕκαστον ἧς εἴη συντάξεως· μεγάλα δὲ συμβαλλομένης αὐτοῖς τῆς διὰ τούτων εὐταξίας πρὸς τὴν νίκην, δόξαι τῆς σωτηρίας αἴτια γεγονέναι τὰ ζῷα· χάριν οὖν αὐτοῖς τοὺς ἀνθρώπους ἀποδοῦναι βουλομένους εἰς ἔθος κατατάξαι τῶν εἰκασθέντων τότε μηδὲν κτείνειν, ἀλλὰ σεβομένους ἀπονέμειν τὴν προειρημένην ἐπιμέλειαν καὶ τιμήν.
77.2 Πίθωνα δʼ ἐξαπέστειλε κελεύσας περιελθεῖν πᾶσαν τὴν Μηδίαν καὶ συνάγειν ὡς πλείστους ἱππεῖς τε καὶ πολεμιστὰς ἵππους, ἔτι δὲ ὑποζυγίων πλῆθος.
26.2 διὸ καὶ ῥᾳδίως ταῖς τῶν προστίμων αἰσχραῖς ὑπεξαιρέσεσιν ἀπέτρεψε τῆς βλαβερᾶς τρυφῆς καὶ ἀκολασίας τῶν ἐπιτηδευμάτων· οὐδεὶς γὰρ ἐβούλετο τὴν αἰσχρὰν ἀκολασίαν ὁμολογήσας καταγέλαστος ἐν τοῖς πολίταις εἶναι.
31.1 τρίτην δʼ αἰτίαν φέρουσι τῆς ἀμφισβητήσεως τῶν ζῴων τὴν χρείαν, ἣν ἕκαστον αὐτῶν προσφέρεται πρὸς τὴν ὠφέλειαν τοῦ κοινοῦ βίου καὶ τῶν ἀνθρώπων.
77.3 τῆς δὲ χώρας ταύτης ἀεὶ τετραπόδων γεμούσης ῥᾳδίως τὸ παραγγελθὲν συντελέσας ὁ Πίθων ἧκεν ἄγων ἱππεῖς μὲν δισχιλίους, ἵππους δὲ σὺν ταῖς κατασκευαῖς πλείους χιλίων, τῶν δʼ ὑποζυγίων τοσοῦτον ἀριθμὸν ὥστε δύνασθαι καθοπλίσαι πᾶν τὸ στρατόπεδον, καὶ προσέτι τάλαντα πεντακόσια τῶν βασιλικῶν χρημάτων.
26.3 πολλὰ δὲ καὶ ἄλλα τῶν συμβολαίων καὶ τῶν ἄλλων τῶν κατὰ τὸν βίον ἀμφισβητουμένων καλῶς ἐνομοθέτησε, περὶ ὧν ἡμῖν μακρὸν ἂν εἴη γράφειν καὶ τῆς ὑποκειμένης ἱστορίας ἀνοίκειον· διόπερ ἐπὶ τὰ συνεχῆ τοῖς προειρημένοις ἀναβιβάσομεν τὸν λόγον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi