Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

61.3 ἐντεῦθεν δʼ ὁρμώμενον τήν τε Χερρόνησον κατακτήσασθαι καὶ τῆς ὁμόρου Καρίας πολλήν. περὶ δὲ τοῦ γένους τοῦ Τριόπα πολλοὶ τῶν συγγραφέων καὶ ποιητῶν διαπεφωνήκασιν· οἱ μὲν γὰρ ἀναγράφουσιν αὐτὸν υἱὸν εἶναι Κανάχης τῆς Αἰόλου καὶ Ποσειδῶνος, οἱ δὲ Λαπίθου τοῦ Ἀπόλλωνος καὶ Στίλβης τῆς Πηνειοῦ.
62.1 ἔστι δʼ ἐν Καστάβῳ τῆς Χερρονήσου ἱερὸν ἅγιον Ἡμιθέας, ἧς τὴν περιπέτειαν οὐκ ἄξιον παραλιπεῖν. πολλοὶ μὲν οὖν καὶ ποικίλοι λόγοι περὶ ταύτης παραδέδονται· τὸν δʼ ἐπικρατοῦντα καὶ συμφωνούμενον παρὰ τοῖς ἐγχωρίοις διέξιμεν. Σταφύλου γὰρ καὶ Χρυσοθέμιδός φασι γενέσθαι τρεῖς θυγατέρας, Μολπαδίαν καὶ Ῥοιὼ καὶ Παρθένον ὄνομα. καὶ τῇ μὲν Ῥοιοῖ τὸν Ἀπόλλωνα μιγέντα ἔγκυον ποιῆσαι· τὸν δὲ πατέρα αὐτῆς ὡς ὑπʼ ἀνθρώπου τῆς φθορᾶς γεγενημένης ὀργισθῆναι, καὶ διὰ τοῦτο τὴν θυγατέρα εἰς λάρνακα συγκλείσαντα βαλεῖν εἰς τὴν θάλατταν.
62.2 προσενεχθείσης δὲ τῆς λάρνακος τῇ Δήλῳ τεκεῖν ἄρρενα, καὶ προσαγορεῦσαι τὸ παιδίον Ἄνιον. τὴν δὲ Ῥοιὼ παραδόξως σωθεῖσαν ἀναθεῖναι τὸ βρέφος ἐπὶ τὸν βωμὸν τοῦ Ἀπόλλωνος, καὶ ἐπεύξασθαι τῷ θεῷ, εἰ ἔστιν ἐξ ἐκείνου, σώζειν αὐτό. τὸν δʼ Ἀπόλλωνα μυθολογοῦσι τότε μὲν κρύψαι τὸ παιδίον, ὕστερον δὲ φροντίσαντα τῆς τροφῆς διδάξαι τὴν μαντικήν, καί τινας αὐτῷ περιτιθέναι μεγάλας τιμάς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi