Kitap 5
4.7
τῆς δὲ Δήμητρος τὸν καιρὸν τῆς θυσίας προέκριναν ἐν ᾧ τὴν ἀρχὴν ὁ σπόρος τοῦ σίτου λαμβάνει, ἐπὶ δʼ ἡμέρας δέκα πανήγυριν ἄγουσιν ἐπώνυμον τῆς θεοῦ ταύτης, τῇ τε λαμπρότητι τῆς παρασκευῆς μεγαλοπρεπεστάτην καὶ τῇ διασκευῇ μιμούμενοι τὸν ἀρχαῖον βίον. ἔθος δʼ ἐστὶν αὐτοῖς ἐν ταύταις ταῖς ἡμέραις αἰσχρολογεῖν κατὰ τὰς πρὸς ἀλλήλους ὁμιλίας διὰ τὸ τὴν θεὸν ἐπὶ τῇ τῆς Κόρης ἁρπαγῇ λυπουμένην γελάσαι διὰ τὴν αἰσχρολογίαν.
5.1
περὶ δὲ τῆς κατὰ τὴν Κόρην ἁρπαγῆς, ὅτι γέγονεν ὡς προειρήκαμεν, πολλοὶ τῶν ἀρχαίων συγγραφέων καὶ ποιητῶν μεμαρτυρήκασι. καρκίνος μὲν γὰρ ὁ τῶν τραγῳδιῶν ποιητής, πλεονάκις ἐν ταῖς Συρακούσαις παρεπιδεδημηκὼς καὶ τὴν τῶν ἐγχωρίων τεθεαμένος σπουδὴν περὶ τὰς θυσίας καὶ πανηγύρεις τῆς τε Δήμητρος καὶ Κόρης, κατεχώρισεν ἐν τοῖς ποιήμασι τούσδε τοὺς στίχους· λέγουσι Δήμητρός ποτʼ ἄρρητον κόρην Πλούτωνα κρυφίοις ἁρπάσαι βουλεύμασι, δῦναί τε γαίας εἰς μελαμφαεῖς μυχούς, πόθῳ δὲ μητέρʼ ἠφανισμένης κόρης μαστῆρʼ ἐπελθεῖν πᾶσαν ἐν κύκλῳ χθόνα. καὶ τὴν μὲν Αἰτναίοισι Σικελίαν πάγοις πυρὸς γέμουσαν ῥεύμασιν δυσεμβόλοις πᾶσαν στενάξαι, πένθεσιν δὲ παρθένου σίτων ἄμοιρον διοτρεφὲς φθίνειν γένος. ὅθεν θεὰς τιμῶσιν εἰς τὰ νῦν ἔτι.
5.2
οὐκ ἄξιον δὲ παραλιπεῖν τῆς θεοῦ ταύτης τὴν ὑπερβολὴν τῆς εἰς τοὺς ἀνθρώπους εὐεργεσίας· χωρὶς γὰρ τῆς εὑρέσεως τοῦ σίτου τήν τε κατεργασίαν αὐτοῦ τοὺς ἀνθρώπους ἐδίδαξε καὶ νόμους εἰσηγήσατο καθʼ οὓς δικαιοπραγεῖν εἰθίσθησαν, διʼ ἣν αἰτίαν φασὶν αὐτὴν θεσμοφόρον ἐπονομασθῆναι.