Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

59.5 βραχὺ δὲ πρὸ τῶν Τρωικῶν Τληπόλεμος ὁ Ἡρακλέους φεύγων διὰ τὸν Λικυμνίου θάνατον, ὃν ἀκουσίως ἦν ἀνῃρηκώς, ἔφυγεν ἑκουσίως ἐξ Ἄργους· χρησμὸν δὲ λαβὼν ὑπὲρ ἀποικίας μετά τινων λαῶν κατέπλευσεν εἰς τὴν Ῥόδον, καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγχωρίων αὐτοῦ κατῴκησε.
59.6 γενόμενος δὲ βασιλεὺς πάσης τῆς νήσου τήν τε χώραν ἐπʼ ἴσης κατεκληρούχησε καὶ τἄλλα διετέλεσεν ἄρχων ἐπιεικῶς. τὸ δὲ τελευταῖον μετʼ Ἀγαμέμνονος στρατεύων εἰς Ἴλιον τῆς μὲν Ῥόδου τὴν ἡγεμονίαν παρέδωκε Βούτᾳ τῷ ἐξ Ἄργους αὐτῷ μετασχόντι τῆς φυγῆς, αὐτὸς δʼ ἐπιφανὴς ἐν τῷ πολέμῳ γενόμενος ἐτελεύτησεν ἐν τῇ Τρῳάδι.
60.1 ἐπεὶ δὲ ταῖς Ῥοδίων πράξεσι τῆς κατʼ ἀντιπέρας Χερρονήσου ἔνια συμπεπλέχθαι συμβέβηκεν, οὐκ ἀνοίκειον ἡγοῦμαι περὶ αὐτῶν διελθεῖν. ἡ Χερρόνησος τοίνυν τὸ παλαιόν, ὡς μέν τινές φασιν, ἀπὸ τοῦ τόπου τῆς φύσεως ὄντος ἰσθμώδους ταύτης ἔτυχε τῆς προσηγορίας· ὡς δέ τινες ἀναγεγράφασιν, ἀπὸ τοῦ δυναστεύσαντος τῶν τόπων ὄνομα Χερρονήσου προσηγόρευται.
60.2 οὐ πολλῷ δʼ ὕστερον τῆς τούτου δυναστείας λέγεται πέντε Κούρητας ἐκ Κρήτης εἰς αὐτὴν περαιωθῆναι· τούτους δʼ ἀπογόνους γεγονέναι τῶν ὑποδεξαμένων Δία παρὰ τῆς μητρὸς Ῥέας καὶ θρεψάντων ἐν τοῖς κατὰ τὴν Κρήτην Ἰδαίοις ὄρεσι.
60.3 στόλῳ δʼ ἀξιολόγῳ πλεύσαντας εἰς τὴν Χερρόνησον τοὺς μὲν κατοικοῦντας αὐτὴν Κᾶρας ἐκβαλεῖν, αὐτοὺς δὲ κατοικήσαντας τὴν μὲν χώραν εἰς πέντε μέρη διελεῖν, καὶ πόλιν ἕκαστον κτίσαι θέμενον ἀφʼ ἑαυτοῦ τὴν προσηγορίαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi