Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

6.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Τιμαρχίδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Σπόριον Ταρπήιον καὶ Αὖλον Ἀστέριον Φοντίνιον. ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μὲν εἰς τὴν Ἀττικὴν ἐμβαλόντες ἐπόρθησαν πολλὴν χώραν, καὶ τῶν φρουρίων τινὰ πολιορκήσαντες ἐπανῆλθον εἰς τὴν Πελοπόννησον, Τολμίδης δὲ ὁ τῶν Ἀθηναίων στρατηγὸς εἷλε Χαιρώνειαν.
16.6 εἰ δέ τις ἑκουσίως ἀποκτείναι τὸν ἐλεύθερον ἢ τὸν δοῦλον, ἀποθνήσκειν τοῦτον οἱ νόμοι προσέταττον, ἅμα μὲν βουλόμενοι μὴ ταῖς διαφοραῖς τῆς τύχης, ἀλλὰ ταῖς τῶν πράξεων ἐπιβολαῖς εἴργεσθαι πάντας ἀπὸ τῶν φαύλων, ἅμα δὲ διὰ τῆς τῶν δούλων φροντίδος ἐθίζοντες τοὺς ἀνθρώπους πολὺ μᾶλλον εἰς τοὺς ἐλευθέρους μηδὲν ὅλως ἐξαμαρτάνειν.
1.6 εἰσέπεμψεν οὖν αὐτῇ ξίφος καὶ βρόχον καὶ κώνειον καὶ συνέταξε τούτων ᾧ βούλοιτο καταχρήσασθαι πρὸς τὸν θάνατον, οὔτε τὸ προγεγενημένον ἀξίωμα τῆς παρανομουμένης ἐντραπεῖσα τὸ παράπαν οὔτε τῆς κοινῆς τύχης εἰς οἶκτον ἐλθοῦσα.
6.2 τῶν δὲ Βοιωτῶν συστραφέντων καὶ τοῖς περὶ τὸν Τολμίδην ἐνεδρευσάντων, ἐγένετο μάχη καρτερὰ περὶ τὴν Κορώνειαν, καθʼ ἣν Τολμίδης μὲν μαχόμενος ἀνῃρέθη, τῶν δὲ ἄλλων Ἀθηναίων οἱ μὲν κατεκόπησαν, οἱ δὲ ζῶντες ἐλήφθησαν. τηλικαύτης δὲ συμφορᾶς γενομένης τοῖς Ἀθηναίοις, ἠναγκάσθησαν ἀφεῖναι τὰς πόλεις ἁπάσας τὰς κατὰ τὴν Βοιωτίαν αὐτονόμους, ἵνα τοὺς αἰχμαλώτους ἀπολάβωσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi