Kitap 5
52.3
διὰ δὲ τὴν εἰς τὸν Διόνυσον εὐεργεσίαν ἐν τῇ τροφῇ τὰς χάριτας ἀπολαβεῖν τοὺς ἐγχωρίους· ἐπιδοῦναι γὰρ τὴν νῆσον εἰς εὐδαιμονίαν, καὶ ναυτικάς τε δυνάμεις ἀξιολόγους συστήσασθαι καὶ ἀπὸ Ξέρξου πρώτους ἀποστάντας ἀπὸ τοῦ ναυτικοῦ συγκαταναυμαχῆσαι τὸν βάρβαρον, καὶ τῆς ἐν Πλαταιαῖς παρατάξεως οὐκ ἀσήμως μετασχεῖν. εἶναι δὲ καὶ περὶ τὴν τοῦ οἴνου ἰδιότητα διάφορόν τι παρʼ αὐτοῖς καὶ μηνῦον τὴν τοῦ θεοῦ πρὸς τὴν νῆσον οἰκειότητα.
53.1
τὴν δὲ νῆσον τὴν Σύμην ὀνομαζομένην, τὸ παλαιὸν ἔρημον οὖσαν, πρῶτοι κατῴκησαν οἱ μετὰ Τρίοπος ἀφικόμενοι, ὧν ἡγεῖτο Χθόνιος ὁ Ποσειδῶνος καὶ Σύμης, ἀφʼ ἧς ἡ νῆσος ἔτυχε ταύτης τῆς προσηγορίας.
53.2
ὕστερον δʼ αὐτῆς ἐβασίλευσε Νιρεὺς ὁ Χαρόπου καὶ Ἀγλαΐας, κάλλει διαφέρων, ὃς καὶ ἐπὶ Τροίαν μετʼ Ἀγαμέμνονος ἐστράτευσε, τῆς τε νήσου δυναστεύων καὶ τῆς Κνιδίας μέρους κυριεύων. μετὰ δὲ τοὺς Τρωικοὺς χρόνους κατέσχον τὴν νῆσον Κᾶρες, καθʼ ὃν καιρὸν ἐθαλαττοκράτουν. ὕστερον δʼ αὐχμῶν γενομένων ἔφυγον ἐκ τῆς νήσου, καὶ κατῴκησαν τὸ καλούμενον Οὐράνιον.
53.3
ἡ δὲ Σύμη διέμεινεν ἔρημος, ἕως ὁ στόλος ὁ Λακεδαιμονίων καὶ Ἀργείων παρέβαλεν εἰς τούτους τοὺς τόπους· ἔπειτα κατῳκίσθη πάλιν τόνδε τὸν τρόπον.
53.4
τῶν μετὰ Ἱππότου τις μετασχὼν τῆς ἀποικίας, ὄνομα Ναῦσος, ἀναλαβὼν τοὺς καθυστερήσαντας τῆς κληροδοσίας, ἔρημον οὖσαν τὴν Σύμην κατῴκησε καὶ τισιν ἑτέροις ὕστερον καταπλεύσασιν, ὧν ἦν Ξοῦθος ἡγεμών, μεταδοὺς τῆς πολιτείας καὶ χώρας κοινῇ τὴν νῆσον κατῴκησε. φασὶ δὲ τῆς ἀποικίας ταύτης μετασχεῖν τούς τε Κνιδίους καὶ Ῥοδίους.