Kitap 5
ἔχει δʼ ἡ χώρα μέταλλα δαψιλῆ χρυσοῦ τε καὶ ἀργύρου καὶ χαλκοῦ καὶ καττιτέρου καὶ σιδήρου· καὶ τούτων οὐδὲν ἔστιν ἐξενεγκεῖν ἐκ τῆς νήσου, τοῖς δʼ ἱερεῦσιν οὐδʼ ἐξελθεῖν τὸ παράπαν ἐκ τῆς καθιερωμένης χώρας· τὸν δʼ ἐξελθόντα ἐξουσίαν ἔχει ὁ περιτυχὼν ἀποκτεῖναι.
ἀναθήματα δὲ χρυσᾶ καὶ ἀργυρᾶ πολλὰ καὶ μεγάλα τοῖς θεοῖς ἀνάκειται, σεσωρευκότος τοῦ χρόνου τὸ πλῆθος τῶν καθιερωμένων ἀναθημάτων.
τά τε θυρώματα τοῦ ναοῦ θαυμαστὰς ἔχει τὰς κατασκευὰς ἐξ ἀργύρου καὶ χρυσοῦ καὶ ἐλέφαντος, ἔτι δὲ θύας δεδημιουργημένας. ἡ δὲ κλίνη τοῦ θεοῦ τὸ μὲν μῆκος ὑπάρχει πηχῶν ἕξ, τὸ δὲ πλάτος τεττάρων, χρυσῆ δʼ ὅλη καὶ τῇ κατὰ μέρος ἐργασίᾳ φιλοτέχνως κατεσκευασμένη.
παραπλήσιος δὲ καὶ ἡ τράπεζα τοῦ θεοῦ καὶ τῷ μεγέθει καὶ τῇ λοιπῇ πολυτελείᾳ παράκειται πλησίον τῆς κλίνης. κατὰ μέσην δὲ τὴν κλίνην ἕστηκε στήλη χρυσῆ μεγάλη, γράμματα ἔχουσα τὰ παρʼ Αἰγυπτίοις ἱερὰ καλούμενα, δι’ ὧν ἦσαν αἱ πράξεις Οὐρανοῦ τε καὶ Διὸς ἀναγεγραμμέναι, καὶ μετὰ ταύτας αἱ Ἀρτέμιδος καὶ Ἀπόλλωνος ὑφʼ Ἑρμοῦ προσαναγεγραμμέναι. περὶ μὲν οὖν τῶν κατʼ ἀντικρὺ τῆς Ἀραβίας ἐν ὠκεανῷ νήσων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι.
περὶ δὲ τῶν κατὰ τὴν Ἑλλάδα καὶ τὸ Αἰγαῖον πέλαγος κειμένων νῦν διέξιμεν, τὴν ἀρχὴν ἀπὸ τῆς Σαμοθρᾴκης ποιησάμενοι. ταύτην γὰρ τὴν νῆσον ἔνιοι μέν φασι τὸ παλαιὸν Σάμον ὀνομασθῆναι, τῆς δὲ νῦν Σάμου κτισθείσης διὰ τὴν ὁμωνυμίαν ἀπὸ τῆς παρακειμένης τῇ παλαιᾷ Σάμῳ Θρᾴκης Σαμοθρᾴκην ὀνομασθῆναι.
ᾤκησαν δʼ αὐτὴν αὐτόχθονες ἄνθρωποι· διὸ καὶ περὶ τῶν πρώτων γενομένων παρʼ αὐτοῖς ἀνθρώπων καὶ ἡγεμόνων οὐδεὶς παραδέδοται λόγος. ἔνιοι δέ φασι τὸ παλαιὸν Σαόννησον καλουμένην διὰ τοὺς ἀποικισθέντας ἔκ τε Σάμου καὶ Θρᾴκης Σαμοθρᾴκην ὀνομασθῆναι.
ἐσχήκασι δὲ παλαιὰν ἰδίαν διάλεκτον οἱ αὐτόχθονες, ἧς πολλὰ ἐν ταῖς θυσίαις μέχρι τοῦ νῦν τηρεῖται. οἱ δὲ Σαμόθρᾳκες ἱστοροῦσι πρὸ τῶν παρὰ τοῖς ἄλλοις γενομένων κατακλυσμῶν ἕτερον ἐκεῖ μέγαν γενέσθαι, τὸ μὲν πρῶτον τοῦ περὶ τὰς Κυανέας στόματος ῥαγέντος, μετὰ δὲ ταῦτα τοῦ Ἑλλησπόντου.
τὸ γὰρ ἐν τῷ Πόντῳ πέλαγος λίμνης ἔχον τάξιν μέχρι τοσούτου πεπληρῶσθαι διὰ τῶν εἰσρεόντων ποταμῶν, μέχρι ὅτου διὰ τὸ πλῆθος παρεκχυθὲν τὸ ῥεῦμα λάβρως ἐξέπεσεν εἰς τὸν Ἑλλήσποντον καὶ πολλὴν μὲν τῆς Ἀσίας τῆς παρὰ θάλατταν ἐπέκλυσεν, οὐκ ὀλίγην δὲ καὶ τῆς ἐπιπέδου γῆς ἐν τῇ Σαμοθρᾴκῃ θάλατταν ἐποίησε· καὶ διὰ τοῦτʼ ἐν τοῖς μεταγενεστέροις καιροῖς ἐνίους τῶν ἁλιέων ἀνεσπακέναι τοῖς δικτύοις λίθινα κιονόκρανα,
ὡς καὶ πόλεων κατακεκλυσμένων. τοὺς δὲ περιληφθέντας προσαναδραμεῖν εἰς τοὺς ὑψηλοτέρους τῆς νήσου τόπους· τῆς δὲ θαλάττης ἀναβαινούσης ἀεὶ μᾶλλον, εὔξασθαι τοῖς θεοῖς τοὺς ἐγχωρίους, καὶ διασωθέντας κύκλῳ περὶ ὅλην τὴν νῆσον ὅρους θέσθαι τῆς σωτηρίας, καὶ βωμοὺς ἱδρύσασθαι, ἐφʼ ὧν μέχρι τοῦ νῦν θύειν· ὥστʼ εἶναι φανερὸν ὅτι πρὸ τοῦ κατακλυσμοῦ κατῴκουν τὴν Σαμοθρᾴκην.
μετὰ δὲ ταῦτα τῶν κατὰ τὴν νῆσον Σάωνα, γενόμενον, ὡς μέν τινές φασιν, ἐκ Διὸς καὶ Νύμφης, ὡς δέ τινες, ἐξ Ἑρμοῦ καὶ Ῥήνης, συναγαγεῖν τοὺς λαοὺς σποράδην οἰκοῦντας, καὶ νόμους θέμενον αὐτὸν μὲν ἀπὸ τῆς νήσου Σάωνα κληθῆναι, τὸ δὲ πλῆθος εἰς πέντε φυλὰς διανείμαντα τῶν ἰδίων υἱῶν ἐπωνύμους αὐτὰς ποιῆσαι.
οὕτω δʼ αὐτῶν πολιτευομένων λέγουσι παρʼ αὐτοῖς τοὺς ἐκ Διὸς καὶ μιᾶς τῶν Ἀτλαντίδων Ἠλέκτρας γενέσθαι Δάρδανόν τε καὶ Ἰασίωνα καὶ Ἁρμονίαν.
ὧν τὸν μὲν Δάρδανον μεγαλεπίβολον γενόμενον, καὶ πρῶτον εἰς τὴν Ἀσίαν ἐπὶ σχεδίας διαπεραιωθέντα, τὸ μὲν πρῶτον κτίσαι Δάρδανον πόλιν καὶ τὸ βασίλειον τὸ περὶ τὴν ὕστερον κληθεῖσαν Τροίαν συστήσασθαι καὶ τοὺς λαοὺς ἀφʼ ἑαυτοῦ Δαρδάνους ὀνομάσαι. ἐπάρξαι δʼ αὐτόν φασι καὶ πολλῶν ἐθνῶν κατὰ τὴν Ἀσίαν, καὶ τοὺς ὑπὲρ Θρᾴκης Δαρδάνους κατοικίσαι.
τὸν δὲ Δία βουληθέντα καὶ τὸν ἕτερον τῶν υἱῶν τιμῆς τυχεῖν, παραδεῖξαι αὐτῷ τὴν τῶν μυστηρίων τελετήν, πάλαι μὲν οὖσαν ἐν τῷ νήσῳ, τότε δέ πως παραδοθεῖσαν, ὧν οὐ θέμις ἀκοῦσαι πλὴν τῶν μεμυημένων. δοκεῖ δʼ οὗτος πρῶτος ξένους μυῆσαι καὶ τὴν τελετὴν διὰ τοῦτο ἔνδοξον ποιῆσαι.
μετὰ δὲ ταῦτα Κάδμον τὸν Ἀγήνορος κατὰ ζήτησιν τῆς Εὐρώπης ἀφικέσθαι πρὸς αὐτούς, καὶ τῆς τελετῆς μετασχόντα γῆμαι τὴν ἀδελφὴν τοῦ Ἰασίωνος Ἁρμονίαν, οὐ καθάπερ Ἕλληνες μυθολογοῦσι, τὴν Ἄρεος.
τὸν δὲ γάμον τοῦτον πρῶτον δαῖσαι θεούς, καὶ Δήμητραν μὲν Ἰασίωνος ἐρασθεῖσαν τὸν καρπὸν τοῦ σίτου δωρήσασθαι, Ἑρμῆν δὲ λύραν, Ἀθηνᾶν δὲ τὸν διαβεβοημένον ὅρμον καὶ πέπλον καὶ αὐλούς, Ἠλέκτραν δὲ τὰ τῆς μεγάλης καλουμένης μητρὸς τῶν θεῶν ἱερὰ μετὰ κυμβάλων καὶ τυμπάνων καὶ τῶν ὀργιαζόντων· καὶ Ἀπόλλωνα μὲν κιθαρίσαι, τὰς δὲ Μούσας αὐλῆσαι, τοὺς δʼ ἄλλους θεοὺς εὐφημοῦντας συναυξῆσαι τὸν γάμον.
μετὰ δὲ ταῦτα τὸν μὲν Κάδμον κατὰ τὸν παραδεδομένον χρησμὸν κτίσαι Θήβας τὰς ἐν Βοιωτίᾳ φασί, τὸν δʼ Ἰασίωνα γήμαντα Κυβέλην γεννῆσαι Κορύβαντα. Ἰασίωνος δὲ εἰς θεοὺς μεταστάντος, Δάρδανον καὶ Κυβέλην καὶ Κορύβαντα μετακομίσαι εἰς τὴν Ἀσίαν τὰ τῆς μητρὸς τῶν θεῶν ἱερὰ καὶ συναπᾶραι εἰς Φρυγίαν.
καὶ τὴν μὲν Κυβέλην Ὀλύμπῳ τῷ πρώτῳ συνοικήσασαν γεννῆσαι Ἀλκήν, καὶ τὴν θεὰν Κυβέλην ἀφʼ ἑαυτῆς ὀνομάσαι· τὸν δὲ Κορύβαντα τοὺς ἐπὶ τοῖς τῆς μητρὸς ἱεροῖς ἐνθουσιάσαντας ἀφʼ ἑαυτοῦ Κορύβαντας προσαγορεῦσαι,
γῆμαι δὲ Θήβην τὴν Κίλικος θυγατέρα. ὁμοίως δὲ τοὺς αὐλοὺς εἰς Φρυγίαν ἐντεῦθεν μετενεχθῆναι, καὶ τὴν λύραν τὴν Ἑρμοῦ εἰς Λυρνησσόν, ἣν Ἀχιλλέα ὕστερον ἐκπορθήσαντα λαβεῖν. ἐξ Ἰασίωνος δὲ καὶ Δήμητρος Πλοῦτον γενέσθαι φασὶν οἱ μῦθοι, τὸ δʼ ἀληθές, τὸν τοῦ σίτου πλοῦτον, δωρηθέντα ἐν τῷ τῆς Ἁρμονίας γάμῳ διὰ τὴν συνουσίαν τοῦ Ἰασίωνος.
καὶ τὰ μὲν κατὰ μέρος τῆς τελετῆς ἐν ἀπορρήτοις τηρούμενα μόνοις παραδίδοται τοῖς μυηθεῖσι· διαβεβόηται δʼ ἡ τούτων τῶν θεῶν ἐπιφάνεια καὶ παράδοξος ἐν τοῖς κινδύνοις βοήθεια τοῖς ἐπικαλεσαμένοις τῶν μυηθέντων.
γίνεσθαι δέ φασι καὶ εὐσεβεστέρους καὶ δικαιοτέρους καὶ κατὰ πᾶν βελτίονας ἑαυτῶν τοὺς τῶν μυστηρίων κοινωνήσαντας. διὸ καὶ τῶν ἀρχαίων ἡρώων τε καὶ ἡμιθέων τοὺς ἐπιφανεστάτους πεφιλοτιμῆσθαι μεταλαβεῖν τῆς τελετῆς· καὶ γὰρ Ἰάσονα καὶ Διοσκόρους, ἔτι δʼ Ἡρακλέα καὶ Ὀρφέα, μυηθέντας ἐπιτυχεῖν ἐν ἁπάσαις ταῖς στρατείαις διὰ τῆν τῶν θεῶν τούτων ἐπιφάνειαν.
ἐπεὶ δὲ περὶ τῆς Σαμοθρᾴκης διήλθομεν, ἀκολούθως καὶ περὶ τῆς Νάξου διέξιμεν. αὕτη γὰρ ἡ νῆσος τὸ μὲν πρῶτον προσηγορεύετο Στρογγύλη, ᾤκησαν δʼ αὐτὴν πρῶτοι Θρᾷκες διά τινας τοιαύτας αἰτίας.
μυθολογοῦνται Βορέου γενέσθαι παῖδες Βούτης καὶ Λυκοῦργος οὐχ ὁμομήτριοι· τὸν δὲ Βούτην ὄντα νεώτερον ἐπιβουλεῦσαι τἀδελφῷ, καὶ καταφανῆ γενόμενον ἕτερον μὲν μηδὲν παθεῖν ὑπὸ τοῦ Λυκούργου, πρόσταγμα δὲ λαβεῖν ὅπως μετὰ τῶν συνεπιβουλευσάντων λαβὼν πλοῖα ζητῇ χώραν ἑτέραν εἰς κατοίκησιν.
διόπερ τὸν Βούτην μετὰ τῶν συνεγκαλουμένων Θρᾳκῶν ἐκπλεύσαντα καὶ διὰ τῶν Κυκλάδων νήσων κομιζόμενον κατασχεῖν τὴν Στρογγύλην νῆσον, καὶ ἐν ταύτῃ κατοικοῦντα λῄζεσθαι πολλοὺς τῶν παραπλεόντων. σπανίζοντας δὲ γυναικῶν περιπλέοντας ἁρπάζειν ἀπὸ τῆς χώρας γυναῖκας.
τῶν μὲν οὖν Κυκλάδων νήσων αἱ μὲν ὁλοσχερῶς ἔρημοι ὑπῆρχον, αἱ δʼ ὀλίγοις οἰκούμεναι· διόπερ πορρωτέρω πλευσάντων αὐτῶν, καὶ ἀπὸ μὲν τῆς Εὐβοίας ἀποκρουσθέντων, τῇ δὲ Θετταλίᾳ προσενεχθέντων, οἱ περὶ τὸν Βούτην ἀποβάντες ἐπὶ τὴν χώραν περιέτυχον ταῖς Διονύσου τροφοῖς περὶ τὸ καλούμενον Δρίος τῷ θεῷ ὀργιαζούσαις ἐν τῇ Φθιώτιδι Ἀχαΐᾳ.
ὁρμησάντων δὲ τῶν περὶ τὸν Βούτην, αἱ μὲν ἄλλαι ῥίψασαι τὰ ἱερὰ εἰς θάλατταν ἔφυγον, αἱ δʼ εἰς ὄρος τὸ καλούμενον Δρίος· κορωνίδα δʼ ἁρπαγεῖσαν συναναγκασθῆναι τῷ Βούτῃ συνοικῆσαι. ἐπὶ δὲ τῇ ἁρπαγῇ καὶ τῇ ὕβρει χαλεπῶς φέρουσαν ἐπικαλέσασθαι τὸν Διόνυσον βοηθῆσαι αὐτῇ. τὸν δὲ μανίαν ἐμβαλεῖν τῷ Βούτῃ, καὶ διὰ τοῦτο παρακόψαντα ῥῖψαι ἑαυτὸν εἴς τι φρέαρ καὶ τελευτῆσαι.
οἱ δʼ ἄλλοι Θρᾷκες ἑτέρας τινὰς γυναῖκας ἥρπασαν, ἐπιφανεστάτας δὲ τήν τε Ἀλωέως γυναῖκα Ἰφιμέδειαν καὶ τὴν θυγατέρα αὐτῆς Παγκράτιν· λαβόντες δʼ αὐτὰς ἀπέπλευσαν εἰς τὴν Στρογγύλην. οἱ δὲ Θρᾷκες ἀντὶ τοῦ Βούτου κατέστησαν βασιλέα τῆς νήσου Ἀγασσαμενόν, καὶ τὴν Ἀλωέως θυγατέρα Παγκράτιν κάλλει διαφέρουσαν συνῴκισαν αὐτῷ·
πρὸ γὰρ τῆς τούτου αἱρέσεως οἱ ἐπιφανέστατοι τῶν ἡγεμόνων Σικελὸς καὶ Ἑκήτορος ὑπὲρ τῆς Παγκράτιδος ἐρίσαντες ἀλλήλους ἀνεῖλον. ὁ δὲ Ἀγασσαμενὸς ὕπαρχον ἕνα τῶν φίλων καταστήσας συνῴκισεν αὐτῷ τὴν Ἰφιμέδειαν.
ὁ δʼ Ἀλωεὺς ἐπὶ ζήτησιν τῆς τε γυναικὸς καὶ τῆς θυγατρὸς ἐξέπεμψε τοὺς υἱοὺς Ὦτον καὶ Ἐφιάλτην· οἳ πλεύσαντες εἰς τὴν Στρογγύλην μάχῃ τε ἐνίκησαν τοὺς Θρᾷκας καὶ τὴν πόλιν ἐξεπολιόρκησαν.
εἶτα ἡ μὲν Παγκράτις ἐτελεύτησεν, οἱ δὲ περὶ τὸν Ὦτον καὶ Ἐφιάλτην ἐπεβάλοντο κατοικεῖν ἐν τῇ νήσῳ καὶ ἄρχειν τῶν Θρᾳκῶν· μετωνόμασαν δὲ καὶ τὴν νῆσον Δίαν. ὕστερον δὲ στασιάσαντες πρὸς ἀλλήλους καὶ μάχην συνάψαντες τῶν τε ἄλλων πολλοὺς ἀπέκτειναν καὶ ἀλλήλους ἀνεῖλον, ὑπὸ δὲ τῶν ἐγχωρίων εἰς τὸν λοιπὸν χρόνον ὡς ἥρωες ἐτιμήθησαν.
οἱ μὲν οὖν Θρᾷκες ἐνταῦθα κατοικήσαντες ἔτη πλείω τῶν διακοσίων ἐξέπεσον αὐχμῶν γενομένων ἐκ τῆς νήσου. μετὰ δὲ ταῦτα Κᾶρες ἐκ τῆς νῦν καλουμένης Λατμίας μεταναστάντες ᾤκησαν τὴν νῆσον· ὧν βασιλεύσας Νάξος ὁ Πολέμωνος ἀντὶ Δίας Νάξον ἀφʼ ἑαυτοῦ προσηγόρευσεν. ἐγένετο δʼ ἀνὴρ ἀγαθὸς καὶ ἐπιφανὴς ὁ Νάξος, καὶ ἀπέλιπεν υἱὸν Λεύκιππον· οὗ γενόμενος υἱὸς Σμέρδιος ἐβασίλευσε τῆς νήσου.
ἐπὶ δὲ τούτου Θησεὺς ἐκ Κρήτης ἀναπλέων μετὰ τῆς Ἀριάδνης ἐπεξενώθη τοῖς ἐν τῇ νήσῳ· καὶ κατὰ τὸν ὕπνον ἰδὼν τὸν Διόνυσον ἀπειλοῦντα αὐτῷ, εἰ μὴ ἀπολείψει τὴν Ἀριάδνην αὐτῷ, φοβηθεὶς κατέλιπε καὶ ἐξέπλευσε. Διόνυσος δὲ νυκτὸς ἀπήγαγε τὴν Ἀριάδνην εἰς τὸ ὄρος τὸ καλούμενον Δρίος· καὶ ἐν ἀρχῇ μὲν ἠφανίσθη ὁ θεός, μετὰ δὲ ταῦτα καὶ ἡ Ἀριάδνη ἄφαντος ἐγενήθη.
μυθολογοῦσι δὲ Νάξιοι περὶ τοῦ θεοῦ τούτου, φάσκοντες παρʼ αὐτοῖς τραφῆναι τὸν θεόν, καὶ διὰ τοῦτο τὴν νῆσον αὐτῷ γεγονέναι προσφιλεστάτην καὶ ὑπό τινων Διονυσιάδα καλεῖσθαι.
τὸν γὰρ Δία κατὰ τὸν παραδεδομένον μῦθον, τότε κεραυνωθείσης Σεμέλης πρὸ τοῦ τεκεῖν, τὸ βρέφος λαβόντα καὶ ἐρράψαντα εἰς τὸν μηρόν, ὡς ὁ τέλειος τῆς γενέσεως χρόνος ἦλθε, βουλόμενον λαθεῖν τὴν Ἥραν, ἐξελεῖν τὸ βρέφος ἐν τῇ νῦν Νάξῳ, καὶ δοῦναι τρέφειν ταῖς ἐγχωρίοις Νύμφαις Φιλίᾳ καὶ Κορωνίδι καὶ Κλείδῃ· κεραυνῶσαι δὲ τὴν Σεμέλην πρὸ τοῦ τεκεῖν, ὅπως μὴ ἐκ θνητῆς, ἀλλʼ ἐκ δυεῖν ἀθανάτων ὑπάρξας εὐθὺς ἐκ γενετῆς ἀθάνατος ᾖ.
διὰ δὲ τὴν εἰς τὸν Διόνυσον εὐεργεσίαν ἐν τῇ τροφῇ τὰς χάριτας ἀπολαβεῖν τοὺς ἐγχωρίους· ἐπιδοῦναι γὰρ τὴν νῆσον εἰς εὐδαιμονίαν, καὶ ναυτικάς τε δυνάμεις ἀξιολόγους συστήσασθαι καὶ ἀπὸ Ξέρξου πρώτους ἀποστάντας ἀπὸ τοῦ ναυτικοῦ συγκαταναυμαχῆσαι τὸν βάρβαρον, καὶ τῆς ἐν Πλαταιαῖς παρατάξεως οὐκ ἀσήμως μετασχεῖν. εἶναι δὲ καὶ περὶ τὴν τοῦ οἴνου ἰδιότητα διάφορόν τι παρʼ αὐτοῖς καὶ μηνῦον τὴν τοῦ θεοῦ πρὸς τὴν νῆσον οἰκειότητα.
τὴν δὲ νῆσον τὴν Σύμην ὀνομαζομένην, τὸ παλαιὸν ἔρημον οὖσαν, πρῶτοι κατῴκησαν οἱ μετὰ Τρίοπος ἀφικόμενοι, ὧν ἡγεῖτο Χθόνιος ὁ Ποσειδῶνος καὶ Σύμης, ἀφʼ ἧς ἡ νῆσος ἔτυχε ταύτης τῆς προσηγορίας.
ὕστερον δʼ αὐτῆς ἐβασίλευσε Νιρεὺς ὁ Χαρόπου καὶ Ἀγλαΐας, κάλλει διαφέρων, ὃς καὶ ἐπὶ Τροίαν μετʼ Ἀγαμέμνονος ἐστράτευσε, τῆς τε νήσου δυναστεύων καὶ τῆς Κνιδίας μέρους κυριεύων. μετὰ δὲ τοὺς Τρωικοὺς χρόνους κατέσχον τὴν νῆσον Κᾶρες, καθʼ ὃν καιρὸν ἐθαλαττοκράτουν. ὕστερον δʼ αὐχμῶν γενομένων ἔφυγον ἐκ τῆς νήσου, καὶ κατῴκησαν τὸ καλούμενον Οὐράνιον.
ἡ δὲ Σύμη διέμεινεν ἔρημος, ἕως ὁ στόλος ὁ Λακεδαιμονίων καὶ Ἀργείων παρέβαλεν εἰς τούτους τοὺς τόπους· ἔπειτα κατῳκίσθη πάλιν τόνδε τὸν τρόπον.
τῶν μετὰ Ἱππότου τις μετασχὼν τῆς ἀποικίας, ὄνομα Ναῦσος, ἀναλαβὼν τοὺς καθυστερήσαντας τῆς κληροδοσίας, ἔρημον οὖσαν τὴν Σύμην κατῴκησε καὶ τισιν ἑτέροις ὕστερον καταπλεύσασιν, ὧν ἦν Ξοῦθος ἡγεμών, μεταδοὺς τῆς πολιτείας καὶ χώρας κοινῇ τὴν νῆσον κατῴκησε. φασὶ δὲ τῆς ἀποικίας ταύτης μετασχεῖν τούς τε Κνιδίους καὶ Ῥοδίους.
Κάλυδναν δὲ καὶ Νίσυρον τὸ μὲν ἀρχαῖον Κᾶρες κατῴκησαν, μετὰ δὲ ταῦτα Θετταλὸς ὁ Ἡρακλέους ἀμφοτέρας τὰς νήσους κατεκτήσατο. διόπερ Ἄντιφός τε καὶ Φείδιππος οἱ Κῴων βασιλεῖς στρατεύοντες εἰς Ἴλιον ἦρχον τῶν πλεόντων ἐκ τῶν προειρημένων νήσων.
κατὰ δὲ τὸν ἐκ Τροίας ἀπόπλουν τέτταρες τῶν Ἀγαμέμνονος νεῶν ἐξέπεσον περὶ Κάλυδναν, καὶ τοῖς ἐγχωρίοις καταμιγέντες κατῴκησαν.