Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

19.5 μέμφονται δέ τινες οὐκ ἀλόγως τοῖς πλείστοις τῶν παρὰ τοῖς Ἕλλησι νομοθετῶν, οἵτινες ὅπλα μὲν καὶ ἄροτρον καὶ ἄλλα τῶν ἀναγκαιοτάτων ἐκώλυσαν ἐνέχυρα λαμβάνεσθαι πρὸς δάνειον, τοὺς δὲ τούτοις χρησομένους συνεχώρησαν ἀγωγίμους εἶναι.
4.7 πρὸς δὲ τοὺς ἐν ταῖς ἄνω σατραπείαις ἡγεμόνας ἦν μὲν καὶ πρότερον ἀπεσταλκὼς τὰς παρὰ τῶν βασιλέων ἐπιστολάς, ἐν αἷς ἦν γεγραμμένον πάντα πειθαρχεῖν Εὐμενεῖ, καὶ τότε δὲ βυβλιαφόρους ἀπέστειλεν, ἀξιῶν ἀπαντᾶν εἰς τὴν Σουσιανὴν ἅπαντας μετὰ τῶν ἰδίων δυνάμεων, καθʼ ὃν δὴ χρόνον συνέβη κἀκείνους ἠθροικέναι τὰ στρατόπεδα καὶ συνδεδραμηκέναι πρὸς ἀλλήλους διʼ ἑτέρας αἰτίας, ὑπὲρ ὧν ἀναγκαῖον προειπεῖν.
10.4 Λακεδαιμόνιοι μὲν οὖν οὐ προσέσχον αὐτοῖς, Ἀθηναῖοι δὲ συμπράξειν ἐπαγγειλάμενοι, δέκα ναῦς πληρώσαντες ἀπέστειλαν τοῖς Συβαρίταις, ὧν ἡγεῖτο Λάμπων τε καὶ Ξενόκριτος· ἐκήρυξαν δὲ κατὰ τὰς ἐν Πελοποννήσῳ πόλεις κοινοποιούμενοι τὴν ἀποικίαν τῷ βουλομένῳ μετέχειν τῆς ἀποικίας.
25.1 ὑπῆρχε δὲ καὶ περὶ τῶν κλεπτῶν νόμος παρʼ Αἰγυπτίοις ἰδιώτατος. ἐκέλευε γὰρ τοὺς μὲν βουλομένους ἔχειν ταύτην τὴν ἐργασίαν ἀπογράφεσθαι πρὸς τὸν ἀρχίφωρα, καὶ τὸ κλαπὲν ὁμολόγως ἀναφέρειν παραχρῆμα πρὸς ἐκεῖνον, τοὺς δὲ ἀπολέσαντας παραπλησίως ἀπογράφειν αὐτῷ καθʼ ἕκαστον τῶν ἀπολωλότων, προστιθέντας τόν τε τόπον καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν καθʼ ἣν ἀπώλεσεν.
14.1 Πίθων σατράπης μὲν ἀπεδέδεικτο Μηδίας, στρατηγὸς δὲ τῶν ἄνω σατραπειῶν ἁπασῶν γενόμενος Φιλώταν μὲν τὸν προϋπάρχοντα Παρθυαίας στρατηγὸν ἀπέκτεινε, τὸν δὲ αὑτοῦ ἀδελφὸν Εὔδαμον ἀντὶ τούτου κατέστησεν.
74.5 ὑπακουσάντων δὲ πολλῶν καὶ λαβόντων χρησμὸν παρὰ τοῦ Ἀπόλλωνος, ὅτι δεῖ κτίσαι πόλιν αὐτοὺς ἐν τούτῳ τῷ τόπῳ, ὅπου μέλλουσιν οἰκεῖν μέτρῳ ὕδωρ πίνοντες, ἀμετρὶ δὲ μᾶζαν ἔδοντες, κατέπλευσαν εἰς τὴν Ἰταλίαν, καὶ καταντήσαντες εἰς τὴν Σύβαριν ἐζήτουν τὸν τόπον, ὃν ὁ θεὸς ἦν προστεταχὼς κατοικεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi