Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

8.1 κατὰ δὲ τὴν Σικελίαν Συρακοσίοις πρὸς Ἀκραγαντίνους συνέστη πόλεμος διὰ τοιαύτας αἰτίας. Συρακόσιοι καταπολεμήσαντες Δουκέτιον δυνάστην τῶν Σικελῶν, καὶ γενόμενον ἱκέτην ἀπολύσαντες τῶν ἐγκλημάτων, ἀπέδειξαν αὐτῷ τὴν τῶν Κορινθίων πόλιν οἰκητήριον.
22.9 τῶν δὲ γυναικῶν τῶν καταδικασθεισῶν θανάτῳ τὰς ἐγκύους μὴ θανατοῦσθαι πρὶν ἂν τέκωσι. καὶ τοῦτο τὸ νόμιμον πολλοὶ καὶ τῶν Ἑλλήνων κατέδειξαν, ἡγούμενοι παντελῶς ἄδικον εἶναι τὸ μηδὲν ἀδικῆσαν τῷ ἀδικήσαντι τῆς αὐτῆς μετέχειν τιμωρίας, καὶ παρανομήματος ἑνὸς γενομένου παρὰ δυοῖν λαμβάνειν τὸ πρόστιμον, πρὸς δὲ τούτοις κατὰ προαίρεσιν πονηρὰν συντελεσθέντος τοῦ ἀδικήματος τὸ μηδεμίαν πω σύνεσιν ἔχον ὑπὸ τὴν ὁμοίαν ἄγειν κόλασιν, τὸ δὲ πάντων μέγιστον, ὅτι ταῖς κυούσαις ἰδίᾳ τῆς αἰτίας ἐπενηνεγμένης οὐδαμῶς προσήκει τὸ κοινὸν πατρὸς καὶ μητρὸς τέκνον ἀναιρεῖσθαι·
69.9 ἐν τοιούτοις δὲ παρανομήμασι πληροῦσα τὸν ἑαυτῆς θυμὸν ταχὺ πολλοὺς τῶν Μακεδόνων ἐποίησε μισῆσαι τὴν ὠμότητα· πάντες γὰρ ἀνεμιμνήσκοντο τῶν Ἀντιπάτρου λόγων, ὃς καθάπερ χρησμῳδῶν ἐπὶ τῆς τελευτῆς παρεκελεύσατο μηδέποτε συγχωρῆσαι γυναικὶ τῆς βασιλείας προστατῆσαι. τὰ μὲν οὖν κατὰ Μακεδονίαν τοῦτον τὸν τρόπον διοικηθέντα πρόδηλον εἶχε τὴν ἐσομένην μεταβολήν.
8.2 οὗτος δὲ ὀλίγον χρόνον μείνας ἐν τῇ Κορίνθῳ τὰς ὁμολογίας ἔλυσε, καὶ προσποιησάμενος χρησμὸν ὑπὸ θεῶν αὐτῷ δεδόσθαι κτίσαι τὴν Καλὴν Ἀκτὴν ἐν τῇ Σικελίᾳ, κατέπλευσεν εἰς τὴν νῆσον μετά τινων οἰκητόρων· συνεπελάβοντο δὲ καὶ τῶν Σικελῶν τινες, ἐν οἷς ἦν καὶ Ἀρχωνίδης ὁ τῶν Ἑρβιταίων δυναστεύων. οὗτος μὲν οὖν περὶ τὸν οἰκισμὸν τῆς Καλῆς Ἀκτῆς ἐγίνετο.
22.10 ἐπʼ ἴσης γὰρ ἄν τις φαύλους διαλάβοι κριτὰς τούς τε τὸν ἔνοχον τῷ φόνῳ σώζοντας καὶ τοὺς τὸ μηδὲν ὅλως ἀδικῆσαν συναναιροῦντας.
12.1 κατὰ δὲ τὴν Ἀσίαν Εὐμενὴς μὲν ἔχων τοὺς ἀργυράσπιδας Μακεδόνας καὶ τὸν ἀφηγούμενον αὐτῶν Ἀντιγένην παρεχείμασε μὲν τῆς Βαβυλωνίας ἐν ταῖς ὀνομαζομέναις Καρῶν κώμαις, πρὸς δὲ Σέλευκον καὶ Πίθωνα πρέσβεις ἀπέστειλεν, ἀξιῶν βοηθεῖν τοῖς βασιλεῦσι καὶ μετʼ αὐτοῦ συναγωνίσασθαι πρὸς Ἀντίγονον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi