Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

87.5 προσποιηθεὶς δὲ τῆς δημοκρατίας προΐστασθαι καὶ δημαγωγήσας ποικίλως τὰ πλήθη στρατηγὸς κατεστάθη καὶ φύλαξ τῆς εἰρήνης, μέχρι ἂν γνησίως ὁμονοήσωσιν οἱ συνεληλυθότες εἰς τὴν πόλιν.
arg. περὶ τῶν Λακεδαιμονίων τῶν ἐν τῇ Σφακτηρίᾳ νήσῳ αἰχμαλώτων γενομένων.
9.6 δὲ μή, τοὐναντίον ἐθορύβουν. καὶ πολλοὶ τῶν βασιλέων διὰ τὴν τοῦ πλήθους ἐναντίωσιν ἀπεστερήθησαν τῆς ἐμφανοῦς καὶ νομίμου ταφῆς· διὸ καὶ συνέβαινε τοὺς τὴν βασιλείαν διαδεχομένους μὴ μόνον διὰ τὰς ἄρτι ῥηθείσας αἰτίας δικαιοπραγεῖν, ἀλλὰ καὶ διὰ τὸν φόβον τῆς μετὰ τὴν τελευτὴν ἐσομένης ὕβρεώς τε τοῦ σώματος καὶ βλασφημίας εἰς ἅπαντα τὸν αἰῶνα. τῶν μὲν οὖν περὶ τοὺς ἀρχαίους βασιλεῖς νομίμων τὰ μέγιστα ταῦτʼ ἔστιν.
65.6 εἰς πολλὰ γὰρ μέρη συνέβαινε διαιρεῖσθαι τὰς ἑταιρίας τῶν συνιόντων καὶ πρὸς ἀλλήλους ἑκάστοις εἶναι μεγάλας διαφοράς, μέγιστον δʼ ἦν ἀντίταγμα τοῖς περὶ τὸν Ἀγαθοκλέα τὸ τῶν ἑξακοσίων συνέδριον, κατὰ τὴν ὀλιγαρχίαν ὑφηγημένον τῆς πόλεως· οἱ προέχοντες γὰρ τῶν Συρακοσίων ταῖς δόξαις καὶ ταῖς οὐσίαις ἐν τούτοις ὑπῆρχον καταλελεγμένοι.
arg. περὶ τῆς Ποστουμίου εἰς τὸν υἱὸν γενομένης ἐπιτιμήσεως ἕνεκα τῆς λειποταξίας.
73.1 τῆς Αἰγύπτου δὲ πάσης εἰς πλείω μέρη διῃρημένης, ὧν ἕκαστον κατὰ τὴν Ἑλληνικὴν διάλεκτον ὀνομάζεται νομός, ἐφʼ ἑκάστῳ τέτακται νομάρχης ὁ τὴν ἁπάντων ἔχων ἐπιμέλειάν τε καὶ φροντίδα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi