Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

1.2 ἐφʼ οἷς παροξυνθεὶς ὁ Πτολεμαῖος ἀπέστειλεν Ἄγιν στρατηγὸν μετὰ δυνάμεως πεζῆς, ἐξέπεμψε δὲ καὶ στόλον τὸν συλληψόμενον τοῦ πολέμου, ναύαρχον ἐπιστήσας Ἐπαινετόν.
arg. ὡς Συρακόσιοι παραλαβόντες τοὺς συμμάχους μυρίοις στρατιώταις ἐβοήθουν τοῖς Ἀκραγαντίνοις.
1.3 ὁ δὲ Ἄγις ἐνεργῶς διαπολεμήσας τοῖς ἀφεστηκόσιν ἐκυρίευσε κατὰ κράτος τῆς πόλεως καὶ τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως δήσας ἀπέστειλεν εἰς τὴν Ἀλεξάνδρειαν καὶ τῶν ἄλλων τὰ ὅπλα παρελόμενος καὶ τὰ κατὰ τὴν πόλιν διοικήσας ὥς ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν ἐπανῆλθεν εἰς τὴν Αἴγυπτον.
arg. ὡς τετρακισμυρίων Καρχηδονίων ἀπαντησάντων ἐνίκησαν οἱ Συρακόσιοι καὶ πλείους τῶν ἑξακισχιλίων κατέκοψαν.
1.4 Πτολεμαῖος δέ, τῶν περὶ Κυρήνην αὐτῷ κατὰ νοῦν ἀπηντηκότων, διῆρεν ἐκ τῆς Αἰγύπτου μετὰ δυνάμεως εἰς τὴν Κύπρον ἐπὶ τοὺς ἀπειθοῦντας τῶν βασιλέων. Πυγμαλίωνα δὲ εὑρὼν διαπρεσβευόμενον πρὸς Ἀντίγονον ἀνεῖλε, Πράξιππον δὲ τὸν τῆς Λαπιθίας βασιλέα καὶ τὸν τῆς Κερυνίας δυνάστην ὑποπτεύσας ἀλλοτρίως ἔχειν συνέλαβε Στασιοίκου τοῦ Μαλιέως· καὶ τὴν μὲν πόλιν κατέσκαψε,
arg. ὡς Καρχηδονίων τὰς ἀγορὰς παραιρουμένων οἱ Ἀκραγαντῖνοι διὰ τὴν σπάνιν τῆς τροφῆς ἠναγκάσθησαν ἐκλιπεῖν τὴν πατρίδα.
2.5 τοὺς δʼ ἐνοικοῦντας μετήγαγεν εἰς Πάφον. ταῦτα δὲ διαπραξάμενος τῆς μὲν Κύπρου κατέστησε στρατηγὸν Νικοκρέοντα, παραδοὺς τάς τε πόλεις καὶ τὰς προσόδους τῶν ἐκπεπτωκότων βασιλέων,
arg. ὡς Διονύσιος στρατηγὸς αἱρεθεὶς ἐτυράννησε τῶν Συρακοσίων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi