Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

31.5 τοὺς γὰρ αἰτίους τῆς ταραχῆς ἐξέδωκαν, οἳ προτεθείσης κρίσεως οὐ περιμείναντες τὴν ἀπόφασιν αὑτοὺς ἀνεῖλαν. αἱ δὲ πόλεις τυχοῦσαι συγγνώμης εἰς τὴν προϋπάρχουσαν συμμαχίαν ἀποκατέστησαν.
arg. ὡς Λακεδαιμονίων ἐξ Εὐβοίας πεντήκοντα ναῦς ἀποστειλάντων ἐπὶ βοήθειαν τοῖς ἡττημένοις, ἅπασαι περὶ τὸν Ἄθω μετὰ τῶν ἀνδρῶν διεφθάρησαν ὑπὸ τοῦ χειμῶνος.
77.1 τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Πολέμων, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Λεύκιος Παπείριος τὸ πέμπτον καὶ Γάιος Ἰούνιος, ἤχθη δὲ καὶ ὀλυμπιὰς κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἑβδόμη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα στάδιον Παρμενίων Μιτυληναῖος.
arg. Ἀλκιβιάδου κάθοδος καὶ στρατηγία.
77.2 ἐπὶ δὲ τούτων τῶν χρόνων Ἀντίγονος ἀπέστειλεν εἰς τὴν Ἑλλάδα στρατηγὸν Πτολεμαῖον τοὺς Ἕλληνας ἐλευθερώσοντα, συνέπεμψε δʼ αὐτῷ ναῦς μὲν μακρὰς ἑκατὸν καὶ πεντήκοντα, Μήδιον ἐπιστήσας ναύαρχον, στρατιώτας δὲ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους.
arg. πόλεμος Αἰγεσταίοις καὶ Σελινουντίοις περὶ τῆς ἀμφισβητουμένης χώρας.
77.3 ἐποιήσατο δὲ καὶ πρὸς Ῥοδίους συμμαχίαν καὶ προσελάβετο παρʼ αὐτῶν ναῦς ἐξηρτισμένας πρὸς τὸν πόλεμον δέκα πρὸς τὴν τῶν Ἑλλήνων ἐλευθέρωσιν.
arg. ὡς Λακεδαιμόνιοι τὸν Εὔριπον χώσαντες τὴν Εὔβοιαν ἤπειρον ἐποίησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi