Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

77.5 ἀνελθόντων δὲ τῶν πρέσβεων καὶ τὴν εὐπορίαν τῶν Ἐγεσταίων ἀπαγγειλάντων, συνῆλθεν ὁ δῆμος περὶ τούτων. προτεθείσης δὲ τῆς βουλῆς περὶ τοῦ στρατεύειν ἐπὶ Σικελίαν, Νικίας μὲν ὁ Νικηράτου, θαυμαζόμενος ἐπʼ ἀρετῇ παρὰ τοῖς πολίταις, συνεβούλευε μὴ στρατεύειν ἐπὶ Σικελίαν·
1.2 τοῦτον δʼ ὑπὸ τοῦ βασιλέως ἔν τινι κρίσει λυπηθέντα φυγεῖν μετὰ πεζῶν μὲν τρισχιλίων, ἱππέων δὲ χιλίων εἰς Καδουσίους, παρʼ οἷς ἦν ἐκδεδομένος τὴν ἰδίαν ἀδελφὴν τῷ μάλιστα δυναστεύοντι κατὰ τούτους τοὺς τόπους.
78.6 ἃ δὴ πυθόμενος ὁ δῆμος τῶν Ῥωμαίων καὶ διαγωνιάσας περὶ τοῦ μέλλοντος δύναμιν προέπεμψε πολλήν. εἰωθότες δʼ ἐν τοῖς ἐπικινδύνοις καιροῖς αὐτοκράτορα τοῦ πολέμου καθιστᾶν τινὰ τῶν ἀξιολόγων ἀνδρῶν προεχειρίσαντο τότε Κόιντον Φάβιον καὶ μετʼ αὐτοῦ Κόιντον Αὔλιον ἵππαρχον.
77.6 μὴ γὰρ δυνατὸν ὑπάρχειν ἅμα τε Λακεδαιμονίοις διαπολεμεῖν καὶ δυνάμεις μεγάλας ἐκπέμπειν διαποντίους, καὶ τῶν Ἑλλήνων μὴ δυναμένους κτήσασθαι τὴν ἡγεμονίαν ἐλπίζειν τὴν μεγίστην τῶν κατὰ τὴν οἰκουμένην νήσων περιποιήσασθαι, καὶ Καρχηδονίους μέν, ἔχοντας μεγίστην ἡγεμονίαν καὶ πολλάκις ὑπὲρ τῆς Σικελίας πεπολεμηκότας, μὴ δεδυνῆσθαι κρατῆσαι τῆς νήσου, τοὺς δὲ Ἀθηναίους, πολὺ λειπομένους τῇ δυνάμει τῶν Καρχηδονίων, δορίκτητον ποιήσασθαι τὴν κρατίστην τῶν νήσων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi