Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

75.7 ὡς διαίρων ἐπʼ Ἀκράγαντος. ἀπενεχθεὶς δʼ ὑπʼ ἀνέμων εἰς τὸν Ἀδρίαν κατῆρε μὲν εἰς τὴν τῶν Ἀπολλωνιατῶν χώραν, καταλαβὼν δὲ τὴν πόλιν πολιορκουμένην ὑπὸ Γλαυκίου τοῦ βασιλέως τῶν Ἰλλυριῶν ἔλυσε τὴν πολιορκίαν, πείσας τὸν βασιλέα συνθήκας ποιήσασθαι πρὸς τοὺς Ἀπολλωνιάτας.
30.4 τούτου δὲ τοῦ ἔτους λήγοντος Λακεδαιμόνιοι μετὰ πολλῆς δυνάμεως ἐμβαλόντες εἰς τὴν Ἀργείαν, καὶ πολλὴν τῆς χώρας δῃώσαντες, τοὺς φυγάδας τῶν Ἀργείων κατῴκισαν εἰς Ὀρνεάς· ἐπιτειχίσαντες δὲ τοῦτο τὸ χωρίον ἐπὶ τῆς Ἀργείας, καὶ φρουροὺς τοὺς ἱκανοὺς ἀπολιπόντες, προσέταξαν κακοποιεῖν τοὺς Ἀργείους.
77.5 ὑπὸ πάντα δὲ τὰ προειρημένα τὴν σελήνην φέρεσθαι λέγουσιν, ἔγγιστα μὲν τῆς γῆς οὖσαν διὰ τὴν βαρύτητα, διαπορευομένην δʼ ἐν ἐλαχίστῳ χρόνῳ τὸν ἑαυτῆς δρόμον, οὐ διὰ τὴν ὀξύτητα τῆς φορᾶς, ἀλλὰ διὰ τὴν βραχύτητα τοῦ κύκλου.
75.8 ἐντεῦθεν δὲ πλεύσας εἰς Τάραντα καὶ παρακαλέσας τὸν δῆμον συνελευθεροῦν Συρακοσίους, ἔπεισε ψηφίσασθαι ναυσὶν εἴκοσι βοηθεῖν· διὰ γὰρ τὴν συγγένειαν καὶ τὸ τῆς οἰκίας σχῆμα προσένεμον τοῖς λόγοις αὐτοῦ πίστιν τε μεγάλην καὶ βάρος.
30.5 ἀπελθόντων δὲ τῶν Λακεδαιμονίων ἐκ τῆς Ἀργείας, Ἀθηναῖοι μὲν συμμαχίαν ἐξέπεμψαν τοῖς Ἀργείοις τριήρεις τετταράκοντα, ὁπλίτας δὲ χιλίους καὶ διακοσίους· οἱ δʼ Ἀργεῖοι μετὰ τῶν Ἀθηναίων στρατεύσαντες ἐπὶ τὰς Ὀρνεὰς τήν τε πόλιν κατὰ κράτος εἷλον καὶ τῶν φρουρῶν καὶ φυγάδων οὓς μὲν ἀπέκτειναν, οὓς δʼ ἐξέβαλον ἐκ τῶν Ὀρνεῶν. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τὸ πεντεκαιδέκατον ἔτος τοῦ Πελοποννησιακοῦ πολέμου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi