Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

31.1 τῶν δὲ πλανήτων ἴδιον ἕκαστον ἔχειν δρόμον καὶ διηλλαγμένως καὶ ποικίλως χρῆσθαι τοῖς τάχεσι καὶ τῇ τῶν χρόνων διαιρέσει. πλεῖστα δὲ πρὸς τὰς γενέσεις τῶν ἀνθρώπων συμβάλλεσθαι τούτους τοὺς ἀστέρας ἀγαθά τε καὶ κακά· διὰ δὲ τῆς τούτων φύσεώς τε καὶ θεωρίας μάλιστα γινώσκειν τὰ συμβαίνοντα τοῖς ἀνθρώποις.
75.4 οἱ δὲ πεμφθέντες ὥς ποθʼ ἧκον εἰς τὴν Λακωνικήν, εὗρον Ἀκρότατον τὸν Κλεομένους τοῦ βασιλέως υἱὸν προσκεκοφότα πολλοῖς τῶν νέων καὶ διὰ τοῦτο ξενικῶν πραγμάτων ὀρεγόμενον.
81.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Εὐφήμου ἐν Ῥώμῃ κατεστάθησαν ἀντὶ τῶν ὑπάτων χιλίαρχοι Λεύκιος Φούριος, Λεύκιος Κοΐντιος, Αὖλος Σεμπρώνιος. ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μετὰ τῶν συμμάχων στρατεύσαντες εἰς τὴν Ἀργείαν Ὑσιὰς χωρίον εἷλον, καὶ τοὺς ἐνοικοῦντας ἀποκτείναντες τὸ μὲν φρούριον κατέσκαψαν, αὐτοὶ δὲ πυθόμενοι τοὺς Ἀργείους ᾠκοδομηκέναι τὰ μακρὰ τείχη μέχρι τῆς θαλάττης, ἐπελθόντες τὰ κατεσκευασμένα τείχη κατέσκαψαν, καὶ τὴν εἰς τὴν οἰκείαν ἐπάνοδον ἐποιήσαντο.
31.2 πεποιῆσθαι δέ φασι προρρήσεις ἄλλοις τε βασιλεῦσιν οὐκ ὀλίγοις καὶ τῷ καταπολεμήσαντι Δαρεῖον Ἀλεξάνδρῳ καὶ τοῖς μετὰ ταῦτα βασιλεύσασιν Ἀντιγόνῳ τε καὶ Σελεύκῳ τῷ Νικάτορι, ἐν ἅπασι δὲ τοῖς ῥηθεῖσιν εὐστοχηκέναι δοκοῦσιν· ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν οἰκειοτέροις ἀναγράψομεν καιροῖς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi