Kitap 5
75.6
ὡς δʼ ὁ ἐνιαύσιος τῆς στρατείας διεληλύθει χρόνος, διαδοχῆς δʼ ἑτέρας ἐλθούσης ἀπελύθησαν οἱ πρότεροι κατὰ τὸ ἔθος εἰς τὰς πατρίδας, ἐνταῦθα ὁ Ἀρβάκης ἔπεισε τοὺς μὲν Μήδους ἐπιθέσθαι τῇ βασιλείᾳ, Πέρσας δʼ ἐπʼ ἐλευθερίᾳ κοινωνῆσαι τῆς συνωμοσίας. παραπλησίως δὲ καὶ ὁ Βέλεσυς τούς τε Βαβυλωνίους ἔπεισεν ἀντέχεσθαι τῆς ἐλευθερίας, καὶ πρεσβεύσας εἰς Ἀραβίαν παρεστήσατο τὸν ἡγούμενον τῶν ἐγχωρίων, ὄντα φίλον αὐτοῦ καὶ ξένον, μετασχεῖν τῆς ἐπιθέσεως.
67.3
τῶν δʼ ἐναντιουμένων καταλαβὼν εἰς πεντακοσίους συνηδρευκότας ἐν τῷ πρυτανείῳ τούτους μὲν ἀποκλείσας τῆς ἐξόδου ζῶντας κατέκαυσε, τῶν δʼ ἄλλων τοὺς μὲν πλείους ἐφυγάδευσεν, ὀλίγους δὲ συλλαβὼν ἀπέκτεινε. Κάσανδρος δὲ πυθόμενος τὸν Ἀριστοδήμου κατάπλουν εἰς Πελοπόννησον καὶ τὸ συνηθροισμένον πλῆθος τῶν ξένων τὸ μὲν πρῶτων ἐπεχείρησεν ἀφιστάναι τὸν Πολυπέρχοντα τῆς Ἀντιγόνου φιλίας· οὐχ ὑπακουόντων δʼ αὐτῶν συναγαγὼν δύναμιν ἧκε διὰ τῆς Θετταλίας εἰς Βοιωτίαν.
73.3
πλησίον δὲ τῆς Τορώνης καταστρατοπεδεύσας καὶ πολιορκήσας ἅμα κατὰ γῆν καὶ κατὰ θάλατταν, εἷλε κατὰ κράτος τὴν πόλιν, καὶ τοὺς μὲν παῖδας καὶ τὰς γυναῖκας ἠνδραποδίσατο, αὐτοὺς δὲ καὶ τοὺς τὴν πόλιν φρουροῦντας αἰχμαλώτους λαβών, σήσας ἀπέστειλεν εἰς τὰς Ἀθήνας· τῆς δὲ πόλεως ἀπολιπὼν τὴν ἱκανὴν φρουρὰν ἐξέπλευσε μετὰ τῆς δυνάμεως, καὶ κατῆρε τῆς Θρᾴκης ἐπὶ Στρυμόνα ποταμόν. καταστρατοπεδεύσας δὲ πλησίον πόλεως Ἠιόνος, ἀπεχούσης ἀπὸ τῆς Ἀμφιπόλεως σταδίους ὡς τριάκοντα, προσβολὰς ἐποιεῖτο τῷ πολίσματι.