Kitap 5
22.9
οὗτοι δὲ πλεύσαντες ἐπὶ πρώτην τὴν Μένδην ἐκράτησαν τῆς πόλεως προδόντων τινῶν αὐτήν· τὴν δὲ Σκιώνην περιετείχισαν, καὶ προσκαθήμενοι τῇ πολιορκίᾳ συνεχεῖς προσβολὰς ἐποιοῦντο.
75.3
ὁ δʼ Ἀρβάκης ἐπαινέσας τὸν ἄνδρα, τούτῳ μὲν ἐπηγγείλατο δώσειν σατραπείαν τῆς Βαβυλωνίας, τῆς πράξεως ἐπὶ τέλος ἐλθούσης, αὐτὸς δὲ καθαπερεί τινος θεοῦ φωνῇ μετεωρισθεὶς τοῖς τε ἡγεμόσι τῶν ἄλλων ἐθνῶν συνίστατο καὶ πρὸς τὰς ἑστιάσεις καὶ κοινὰς ὁμιλίας ἐκτενῶς ἅπαντας παρελάμβανε, φιλίαν κατασκευάζων πρὸς ἕκαστον.
66.9
διελόμενος δὲ τὸν στόλον πεντήκοντα μὲν ναῦς ἐξέπεμψεν εἰς Πελοπόννησον, τῶν δʼ ἄλλων ναύαρχον καταστήσας Διοσκουρίδην τὸν ἀδελφιδοῦν προσέταξε περιπλεῖν τοῖς τε συμμάχοις παρεχόμενον τὴν ἀσφάλειαν καὶ τῶν νήσων τὰς μήπω μετεχούσας τῆς συμμαχίας προσαγόμενον. τὰ μὲν οὖν κατὰ τὸν Ἀντίγονον ἐν τούτοις ἦν.
22.10
οἱ δʼ ἐν τῇ Σκιώνῃ φρουροί, πολλοὶ μὲν τὸν ἀριθμὸν ὄντες, εὐπορίαν δʼ ἔχοντες βελῶν καὶ σίτου καὶ τῆς ἄλλης παρασκευῆς, ῥᾳδίως ἠμύνοντο τοὺς Ἀθηναίους, καὶ στάσιν ὑπερδέξιον ἔχοντες πολλοὺς κατετίτρωσκον. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
75.4
ἐφιλοτιμήθη δὲ καὶ τὸν βασιλέα κατʼ ὄψιν ἰδεῖν καὶ τὸν τούτου βίον ὅλον κατασκέψασθαι. διόπερ δούς τινι τῶν εὐνούχων χρυσῆν φιάλην εἰσήχθη πρὸς τὸν Σαρδανάπαλλον, καὶ τήν τε τρυφὴν αὐτοῦ καὶ τὸν γυναικώδη τῶν ἐπιτηδευμάτων ζῆλον ἀκριβῶς κατανοήσας κατεφρόνησε μὲν τοῦ βασιλέως ὡς οὐδενὸς ἀξίου, προήχθη δὲ πολὺ μᾶλλον ἀντέχεσθαι τῶν δοθεισῶν ἐλπίδων ὑπὸ τοῦ Χαλδαίου.