Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

62.1 ἅμα δὲ τούτοις πραττομένοις Πτολεμαῖος μὲν ἀκούσας τὰ δεδογμένα τοῖς μετʼ Ἀντιγόνου Μακεδόσι περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἔγραψε καὶ αὐτὸς τὰ παραπλήσια, βουλόμενος εἰδέναι τοὺς Ἕλληνας ὅτι φροντίζει τῆς αὐτονομίας αὐτῶν οὐχ ἧττον Ἀντιγόνου·
72.2 ἐν δὲ τῇ Λέσβῳ μετὰ τὴν ἅλωσιν τῆς Μυτιλήνης ὑπʼ Ἀθηναίων οἱ πεφευγότες ἐκ τῆς ἁλώσεως πολλοὶ τὸν ἀριθμὸν ὄντες καὶ πάλαι μὲν ἐπεχείρουν κατελθεῖν εἰς τὴν Λέσβον, τότε δὲ συστραφέντες Ἄντανδρον κατέλαβον, κἀκεῖθεν ὁρμώμενοι διεπολέμουν τοῖς κατέχουσι τὴν Μυτιλήνην Ἀθηναίοις.
73.5 φασι Μεμνόνεια. οὐ μὴν ἀλλὰ τοῖς Τρωσὶ λέγεται βοηθῆσαι τὸν Μέμνονα μετὰ δισμυρίων μὲν πεζῶν, ἁρμάτων δὲ διακοσίων· ὃν θαυμασθῆναί τε διʼ ἀνδρείαν καὶ πολλοὺς ἀνελεῖν ἐν ταῖς μάχαις τῶν Ἑλλήνων, τὸ δὲ τελευταῖον ὑπὸ Θετταλῶν ἐνεδρευθέντα κατασφαγῆναι· τοῦ δὲ σώματος τοὺς Αἰθίοπας ἐγκρατεῖς γενομένους κατακαῦσαί τε τὸν νεκρὸν καὶ τὰ ὀστᾶ πρὸς Τιθωνὸν ἀποκομίσαι. περὶ μὲν οὖν Μέμνονος τοιαῦτʼ ἐν ταῖς βασιλικαῖς ἀναγραφαῖς ἱστορεῖσθαί φασιν οἱ βάρβαροι.
62.2 οὐ γὰρ μικρὰν ῥοπὴν ὁρῶντες οὖσαν ἑκάτεροι προσλαβέσθαι τὴν τῶν Ἑλλήνων εὔνοιαν διημιλλῶντο πρὸς ἀλλήλους περὶ τῆς εἰς τούτους εὐεργεσίας. προσελάβετο δʼ εἰς τὴν συμμαχίαν καὶ τὸν τῆς Καρίας σατράπην Κάσανδρον, ἰσχύοντα καὶ πόλεις ἔχοντα τεταγμένας ὑφʼ ἑαυτὸν οὐκ ὀλίγας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi