Kitap 5
68.3
περιμαχήτου δʼ αὐτῆς πολλάκις γεγενημένης, ἔσπευδεν ὁ Βρασίδας κύριος γενέσθαι τῆς πόλεως. διὸ καὶ στρατεύσας ἐπʼ αὐτὴν ἀξιολόγῳ δυνάμει, καὶ στρατοπεδεύσας πλησίον τῆς γεφύρας, τὸ μὲν πρῶτον εἷλε τὸ προάστειον τῆς πόλεως, τῇ δʼ ὑστεραίᾳ καταπληξάμενος τοὺς Ἀμφιπολίτας παρέλαβε τὴν πόλιν καθʼ ὁμολογίαν, ὥστʼ ἐξεῖναι τῷ βουλομένῳ τὰ ἑαυτοῦ λαβόντα ἀπελθεῖν ἐκ τῆς πόλεως.
20.1
μετὰ δέ τινα χρόνον ὑπὸ Νινύου τοῦ οἱοῦ διʼ εὐνούχου τινὸς ἐπιβουλευθεῖσα, καὶ τὸ παρʼ Ἄμμωνος λόγιον ἀνανεωσαμένη, τὸν ἐπιβουλεύσαντα κακὸν οὐδὲν εἰργάσατο, τοὐναντίον δὲ τὴν βασιλείαν αὐτῷ παραδοῦσα καὶ τοῖς ὑπάρχοις ἀκούειν ἐκείνου προστάξασα, ταχέως ἠφάνισεν ἑαυτήν, ὡς εἰς θεοὺς κατὰ τὸν χρησμὸν μεταστησομένη.
62.6
πρόδηλον γὰρ ἦν ὅτι θαλασσοκρατοῦντες οἱ πολέμιοι πορθήσουσι τοὺς τοῖς ἐναντίοις κοινοπραγοῦντας ἀπὸ τῆς πρὸς Ἀντίγονον φιλίας. ὁ δʼ Ἀντίγονος τούτους μὲν παρεκάλει θαρρεῖν, διαβεβαιούμενος ἐν ταύτῃ τῇ θερίᾳ ἀναπλευσεῖσθαι ναυσὶ πεντακοσίαις.
68.4
εὐθὺς δὲ καὶ τῶν πλησιοχώρων πόλεων πλείονας προσηγάγετο, ἐν αἷς ἦσαν ἀξιολογώταται Οἰσύμη καὶ Γαληψός, ἀμφότεραι Θασίων ἄποικοι, καὶ Μύρκινον, Ἠδωνικὸν πολισμάτιον. ἐπεβάλετο δὲ καὶ ναυπηγεῖσθαι τριήρεις πλείους ἐπὶ τῷ Στρυμόνι ποταμῷ, καὶ στρατιώτας ἔκ τε Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων συμμάχων μετεπέμπετο.