Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

12.2 τοῦ δʼ Ἀντιγόνου τραχύτερον ἀποκριναμένου καὶ τὰ πρὸς πόλεμον εἰπόντος παρασκευάζεσθαι συνέβη τοὺς πρέσβεις ἀπράκτους ἐπανελθεῖν. μετὰ δὲ ταῦθʼ οἱ μὲν περὶ Πτολεμαῖον καὶ Λυσίμαχον, ἔτι δὲ Κάσανδρον συμμαχίαν πρὸς ἀλλήλους ποιησάμενοι δυνάμεις τε συνῆγον καὶ παρασκευὰς ὅπλων τε καὶ βελῶν καὶ τῶν ἄλλων τῶν χρησίμων ἐποίουν·
63.4 περιταφρεύσαντες δὲ αὐτὴν οἱ Ἀθηναῖοι ἐπολιόρκουν· μετὰ δὲ ταῦτα ἐκ τῶν Ἀθηνῶν τεχνίτας προσλαβόμενοι περιετείχισαν τὴν Νίσαιαν. οἱ δὲ Πελοποννήσιοι φοβούμενοι μὴ κατὰ κράτος ἁλόντες ἀναιρεθῶσι, παρέδοσαν τὴν Νίσαιαν τοῖς Ἀθηναίοις καθʼ ὁμολογίαν. καὶ τὰ μὲν κατὰ τοὺς Μεγαρέας ἐν τούτοις ἦν.
69.3 τὰ γὰρ εἴδωλα πόρρωθεν μὲν ὁμοίαν εἶχε τὴν πρόσοψιν τοῖς ἀληθινοῖς θηρίοις, οἷς συνήθεις ὄντες οἱ τῶν Ἰνδῶν ἵπποι τεθαρρηκότως προσίππευον· τοῖς δʼ ἐγγίσασιν ἥ τε ὀσμὴ προσέβαλλεν ἀσυνήθης καὶ τἄλλα διαφορὰν ἔχοντα πάντα παμμεγέθη ἃ τοὺς ἵππους ὁλοσχερῶς συνετάραττε. διὸ καὶ τῶν Ἰνδῶν οἱ μὲν ἐπὶ τὴν γῆν ἔπιπτον, οἱ δὲ τῶν ζῴων ἀπειθούντων τοῖς χαλινοῖς ὡς ἐτύγχανεν εἰς τοὺς πολεμίους ἐξέπιπτον μετὰ τῶν κομιζόντων αὐτοὺς ἵππων.
12.3 Ἀντίγονος δὲ ὁρῶν ἐφʼ ἑαυτὸν συνεστηκότας πολλοὺς καὶ μεγάλους τοῖς ἀξιώμασιν ἄνδρας καὶ συλλογιζόμενος τὸ μέγεθος τοῦ φυομένου πολέμου τά τʼ ἔθνη καὶ πόλεις καὶ δυνάστας προσεκαλεῖτο εἰς συμμαχίαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi