Kitap 5
17.1
ἐπεὶ δʼ αἵ τε νῆες καὶ τὰ θηρία κατεσκευάσθησαν ἐν τοῖς δυσὶν ἔτεσι, τῷ τρίτῳ μετεπέμψατο τὰς πανταχόθεν δυνάμεις εἰς τὴν Βακτριανήν. τὸ δὲ πλῆθος τῆς ἀθροισθείσης στρατιᾶς ἦν, ὡς Κτησίας ὁ Κνίδιος ἀνέγραψε, πεζῶν μὲν τριακόσιαι μυριάδες, ἱππέων δὲ εἴκοσι μυριάδες, ἁρμάτων δὲ δέκα μυριάδες.
54.3
Θηβαῖοι μὲν οὖν τοῦτον τὸν τρόπον ἐκομίσαντο τὴν πατρίδα. Κάσανδρος δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἐπὶ Πελοποννήσου καὶ καταλαβὼν Ἀλέξανδρον τὸν Πολυπέρχοντος διειληφότα τὸν Ἰσθμὸν φυλακαῖς παρῆλθεν εἰς Μέγαρα. ἐνταῦθα δὲ κατασκευάσας σχεδίας ἐπὶ μὲν τούτων τοὺς ἐλέφαντας διεβίβασεν εἰς Ἐπίδαυρον, ἐν δὲ πλοίοις τὴν ἄλλην δύναμιν. παρελθὼν δὲ ἐπὶ τὴν τῶν Ἀργείων πόλιν ταύτην μὲν ἠνάγκασεν ἀποστᾶσαν τῆς Ἀλεξάνδρου συμμαχίας αὐτῷ προσθέσθαι,
60.4
οὗτοι μὲν οὖν ὑπὸ Κλέωνος τοῦ δημαγωγοῦ στρατηγοῦντος τότε δεθέντες ἤχθησαν εἰς τὰς Ἀθήνας· ὁ δὲ δῆμος ἐψηφίσατο αὐτοὺς φυλάττειν, ἐὰν βούλωνται Λακεδαιμόνιοι λῦσαι τὸν πόλεμον, ἐὰν δὲ προκρίνωσι τὸ πολεμεῖν, τότε πάντας τοὺς αἰχμαλώτους ἀποκτεῖναι.
17.2
ὑπῆρχον δὲ καὶ ἄνδρες ἐπὶ καμήλων ὀχούμενοι, μαχαίρας τετραπήχεις ἔχοντες, τὸν ἀριθμὸν ἴσοι τοῖς ἅρμασι. ναῦς δὲ ποταμίας κατεσκεύασε διαιρετὰς δισχιλίας, αἷς παρεσκευάσατο καμήλους τὰς πεζῇ παρακομιζούσας τὰ σκάφη. ἐφόρουν δὲ καὶ τὰ τῶν ἐλεφάντων εἴδωλα κάμηλοι, καθότι προείρηται· πρὸς δʼ αὐτὰς τοὺς ἵππους οἱ στρατιῶται συνάγοντες συνήθεις ἐποίουν τοῦ μὴ φοβεῖσθαι τὴν ἀγριότητα τῶν θηρίων.