Kitap 5
60.2
Κτησίας δʼ ὁ Κνίδιος ἀποφαινόμενος τοῦτον σχεδιάζειν, αὐτός φησι τὸ μὲν σῶμα ταριχεύεσθαι, τὴν μέντοι γε ὕελον μὴ περιχεῖσθαι γυμνοῖς τοῖς σώμασι· κατακαυθήσεσθαι γὰρ ταῦτα καὶ λυμανθέντα τελέως τὴν ὁμοιότητα μὴ δυνήσεσθαι διατηρεῖν.
7.3
πολλῆς δὲ χώρας προσορισθείσης τοῖς Κασανδρεῦσι καὶ ταύτης ἀγαθῆς, ἔτι δὲ τοῦ Κασάνδρου πολλὰ συμφιλοτιμηθέντος εἰς τὴν αὔξησιν ταχὺ μεγάλην ἐπίδοσιν ἔλαβεν ἡ πόλις καὶ πλεῖστον ἴσχυσε τῶν ἐν Μακεδονίᾳ.
58.3
οὗτοι μὲν οὖν ἡγουμένου Θρασυμήδους πλησίον τῆς Πύλου κατεστρατοπέδευσαν. ἐμπεσούσης δὲ ὁρμῆς τῷ πλήθει πάντα κίνδυνον ὑπομένειν καὶ βίᾳ χειρώσασθαι τὴν Πύλον, τὰς μὲν ναῦς ἀντιπρῴρους ἔστησαν τῷ στόματι τοῦ λιμένος, ὅπως διὰ τούτων ἐμφράξωσι τὸν εἴσπλουν τῶν πολεμίων, πεζῇ δʼ ἐκ διαδοχῆς προσβάλλοντες τῷ τείχει καὶ φιλοτιμίαν τὴν μεγίστην εἰσφερόμενοι θαυμασίους ἀγῶνας συνεστήσαντο.
60.3
διὸ καὶ χρυσῆν εἰκόνα κατασκευάζεσθαι κοίλην, εἰς ἣν ἐντεθέντος τοῦ νεκροῦ περὶ τὴν εἰκόνα χεῖσθαι τὴν ὕελον· τοῦ δὲ κατασκευάσματος τεθέντος ἐπὶ τὸν τάφον διὰ τῆς ὑέλου φανῆναι τὸν χρυσὸν ἀφωμοιωμένον τῷ τετελευτηκότι.