Kitap 5
59.4
ἔπειθʼ οἱ μὲν τοῖχοι πολυτελῶς κατεσκευασμένοι τὸ πάχος εἶχον ποδῶν εἴκοσι δύο, τῶν δὲ διεξόδων ἑκάστη τὸ πλάτος δέκα. τὰς δʼ ὀροφὰς κατεστέγαζον λίθιναι δοκοί, τὸ μὲν μῆκος σὺν ταῖς ἐπιβολαῖς ἔχουσαι ποδῶν ἑκκαίδεκα, τὸ δὲ πλάτος τεττάρων.
4.4
ἐν δὲ τούτοις εἶναι συνέβαινε καὶ τοὺς Εὐμενῆ παραδόντας, ὥστε τῶν εἰς τὸν στρατηγὸν παρανομημάτων συντόμως αὐτοῖς ἐπιστῆναι τιμωρίαν· αἱ γὰρ ἀσεβεῖς χρεῖαι τοῖς μὲν δυνάσταις διὰ τὴν ἐξουσίαν γίνονται λυσιτελεῖς, τοῖς δʼ ὑπακούσασιν ἰδιώταις μεγάλων κακῶν ὡς ἐπίπαν αἴτιαι καθίστανται.
9.1
ἅμα δὲ τούτοις πραττομένοις ἐν τῇ Κερκύρᾳ μεγάλη συνέστη στάσις καὶ φιλοτιμία διὰ τοιαύτας αἰτίας. ἐν τῷ περὶ Ἐπίδαμνον πολέμῳ πολλοὶ Κερκυραίων αἰχμάλωτοι γενόμενοι καὶ καταβληθέντες εἰς τὴν δημοσίαν φυλακὴν ἐπηγγείλαντο τοῖς Κορινθίοις παραδώσειν τὴν Κέρκυραν, ἐὰν αὐτοὺς ἀπολύσωσιν.
59.5
τὸ δʼ ἐπὶ ταῖς δοκοῖς ὀρόφωμα πρῶτον μὲν εἶχεν ὑπεστρωμένον κάλαμον μετὰ πολλῆς ἀσφάλτου, μετὰ δὲ ταῦτα πλίνθον ὀπτὴν διπλῆν ἐν γύψῳ δεδεμένην, τρίτην δʼ ἐπιβολὴν ἐδέχετο μολιβᾶς στέγας πρὸς τὸ μὴ διικνεῖσθαι κατὰ βάθος τὴν ἐκ τοῦ χώματος νοτίδα. ἐπὶ δὲ τούτοις ἐσεσώρευτο γῆς ἱκανὸν βάθος, ἀρκοῦν ταῖς τῶν μεγίστων δένδρων ῥίζαις· τὸ δʼ ἔδαφος ἐξωμαλισμένον πλῆρες ἦν παντοδαπῶν δένδρων τῶν δυναμένων κατά τε τὸ μέγεθος καὶ τὴν ἄλλην χάριν τοὺς θεωμένους ψυχαγωγῆσαι.