Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

47.1 τοῦ δʼ Ἀντιγόνου καθʼ ὁδὸν ὄντος οἱ τοῦ Πίθωνος φίλοι καὶ μετεσχηκότες τῆς ἐπιβουλῆς, ὧν ἦσαν ἐπιφανέστατοι Μελέαγρος καὶ Μενοίτας, ἤθροισαν τοὺς πλανωμένους τῶν Εὐμενοῦς τε καὶ Πίθωνος συνήθων, εἰς ὀκτακοσίους ἱππεῖς.
7.10 τοῦ δὲ Πάχητος ἀναγνόντος τὸ ψήφισμα ἦλθεν ἐναντίον τῷ προτέρῳ ἕτερον. ὁ δὲ Πάχης γνοὺς τὴν μετάνοιαν τῶν Ἀθηναίων ἐχάρη, καὶ τοὺς Μυτιληναίους συναγαγὼν εἰς ἐκκλησίαν ἀπέλυσε τῶν ἐγκλημάτων, ἅμα δὲ καὶ τῶν μεγίστων φόβων. Ἀθηναῖοι δὲ τῆς Μυτιλήνης τὰ τείχη περιελόντες τὴν Λέσβον ὅλην πλὴν τῆς Μηθυμναίων χώρας κατεκληρούχησαν. ἡ μὲν οὖν Λεσβίων ἀπόστασις ἀπʼ Ἀθηναίων τοιοῦτον ἔσχε τὸ τέλος.
55.7 τούτοις δὲ πᾶσι κοινὴ παρέκειτο τράπεζα χρυσῆ σφυρήλατος, τὸ μὲν μῆκος ποδῶν τετταράκοντα, τὸ δʼ εὖρος πεντεκαίδεκα, σταθμὸν ἔχουσα ταλάντων πεντακοσίων. ἐπὶ δὲ ταύτης ἐπέκειντο δύο καρχήσια,
47.2 καὶ τὸ μὲν πρῶτον τὴν χώραν ἐλεηλάτουν τῶν μὴ βουλομένων συναφίστασθαι Μήδων, μετὰ δὲ ταῦτα πυθόμενοι καταπεφρονηκότως στρατοπεδεύειν τόν τε Ἱππόστρατον καὶ τὸν Ὀροντοβάτην ἐπέθεντο νυκτὸς τῇ παρεμβολῇ. καὶ παρʼ ὀλίγον μὲν ἐκράτησαν τῆς ἐπιβολῆς, ὑπὸ δὲ τοῦ πλήθους κατισχυόμενοι καί τινας τῶν στρατιωτῶν πείσαντες συναποστῆναι πάλιν ἀπεχώρησαν.
56.1 περὶ δὲ τοὺς αὐτοὺς χρόνους Λακεδαιμόνιοι τὰς Πλαταιὰς πολιορκοῦντες περιετείχισαν τὴν πόλιν καὶ στρατιώταις πολλοῖς παρεφύλαττον. χρονιζούσης δὲ τῆς πολιορκίας καὶ τῶν Ἀθηναίων μηδεμίαν ἐξαποστελλόντων βοήθειαν, οἱ πολιορκούμενοι σιτοδείᾳ τε συνείχοντο καὶ τῶν πολιτῶν ἐν ταῖς προσβολαῖς πολλοὺς ἀπεβεβλήκεσαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi