Kitap 5
78.8
ὁ δὲ Σαρδανάπαλλος ὁρῶν τὴν ὅλην βασιλείαν ἐν τοῖς μεγίστοις οὖσαν κινδύνοις, τοὺς μὲν υἱοὺς τρεῖς ὄντας καὶ θυγατέρας δύο μετὰ πολλῶν χρημάτων εἰς Παφλαγονίαν ἀπέστειλε πρὸς Κότταν τὸν ἔπαρχον, ὄντα τῶν ἀρχομένων εὐνούστατον, αὐτὸς δὲ βιβλιαφόρους ἀποστείλας πρὸς ἅπαντας τοὺς ὑπʼ αὐτὸν τεταγμένους μετεπέμπετο δυνάμεις καὶ τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο.
20.1
τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Νικόδωρος, ἐν Ῥώμῃ δʼ ἦσαν ὕπατοι Λεύκιος Παπείριος τὸ τέταρτον καὶ Κόιντος Πόπλιος τὸ δεύτερον.
77.1
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀστυφίλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Κοΐντιον καὶ Αὖλον Σεμπρώνιον, Ἠλεῖοι δʼ ἤγαγον Ὀλυμπιάδα ἐνενηκοστήν, καθʼ ἣν ἐνίκα στάδιον Ὑπέρβιος Συρακόσιος. ἐπὶ δὲ τούτων Ἀθηναῖοι μὲν κατά τινα χρησμὸν Δηλίοις ἀπέδοσαν τὴν νῆσον, καὶ κατῆλθον εἰς τὴν πατρίδα οἱ τὸ Ἀδραμύτιον οἰκοῦντες Δήλιοι.
78.9
ἦν δʼ αὐτῷ λόγιον παραδεδομένον ἐκ προγόνων ὅτι τὴν Νίνον οὐδεὶς ἑλεῖ κατὰ κράτος, ἐὰν μὴ πρότερον ὁ ποταμὸς τῇ πόλει γένηται πολέμιος. ὑπολαμβάνων οὖν τοῦτο μηδέποτε ἔσεσθαι, ταῖς ἐλπίσι ἀντεῖχε, διανοούμενος ὑπομένειν τὴν πολιορκίαν καὶ τὰ παρὰ τῶν ὑποτεταγμένων ἀποσταλησόμενα στρατόπεδα προσδέχεσθαι.
20.2
ἐπὶ δὲ τούτων Ἀριστόδημος μὲν ὁ κατασταθεὶς ὑπʼ Ἀντιγόνου στρατηγὸς ὡς ἐπύθετο τὴν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος ἀπόστασιν, ἐπὶ τοῦ κοινοῦ τῶν Αἰτωλῶν δικαιολογησάμενος προετρέψατο τὰ πλήθη βοηθεῖν τοῖς Ἀντιγόνου πράγμασιν, αὐτὸς δὲ μετὰ τῶν μισθοφόρων διαβὰς ἐκ τῆς Αἰτωλίας εἰς Πελοπόννησον κατέλαβεν Ἀλέξανδρόν τε καὶ τοὺς Ἠλείους πολιορκοῦντας τὴν Κυλλήνην, εὐκαίρως δὲ τοῖς κινδυνεύουσιν ἐπιφανεὶς ἔλυσε τὴν πολιορκίαν.
72.2
τῶν δὲ Ἀθηναίων οὐκ ἀποδόντων Λακεδαιμονίοις τὴν Πύλον, πάλιν αἱ πόλεις αὗται πρὸς ἀλλήλας διεφέροντο καὶ πολεμικῶς εἶχον. ἃ δὴ πυθόμενος ὁ δῆμος τῶν Ἀργείων ἔπεισε τοὺς Ἀθηναίους φιλίαν συνθέσθαι πρὸς τοὺς Ἀργείους.