Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

44.1 τῶν δὲ πεζῶν οἱ μὲν ἀργυράσπιδες συμφράξαντες καὶ βιαιότερον τοῖς ἀντιτεταγμένοις ἐπιπεσόντες τοὺς μὲν ἐν χειρῶν νόμῳ διέφθειραν, τοὺς δὲ συνηνάγκασαν φυγεῖν. ἀκατάσχετοι δὲ ταῖς ὁρμαῖς γενόμενοι καὶ πρὸς πᾶσαν τὴν τῶν ἐναντίων φάλαγγα διαγωνιδάμενοι τοσοῦτον ταῖς εὐχειρίαις καὶ ῥώμαις ὑπερεῖχον ὥσθʼ ἑαυτῶν μὲν ἀποβαλεῖν μηθένα, τῶν δʼ ἐναντίων ἀνελεῖν μὲν ὑπὲρ τοὺς πεντακισχιλίους, τρέψασθαι δὲ τοὺς πεζοὺς πάντας, ὄντας πολλαπλασίους.
48.5 οἱ δὲ Μακεδόνες τὸ μέγεθος τῆς δυνάμεως καταπλαγέντες παρατάξασθαι μὲν οὐκ ἐτόλμησαν, ἐκκομίσαντες δὲ τόν τε σῖτον καὶ τῶν χρημάτων ὅσα δυνατὸν ἦν εἰς τὰ καρτερώτατα φρούρια, μένοντες ἐν τούτοις ἡσυχίαν εἶχον.
6.1 ὁ δʼ οὖν Νίνος μετὰ τοσαύτης δυνάμεως στρατεύσας εἰς τὴν Βακτριανὴν ἠναγκάζετο, δυσειδβόλων τῶν τόπων καὶ στενῶν ὄντων, κατὰ μέρος ἄγειν τὴν δύναμιν.
44.2 Εὐμενὴς δὲ πυθόμενος τὴν μὲν ἀποσκευὴν ἡλωκέναι, τοὺς δʼ ἱππεῖς τοὺς μετὰ Πευκέστου μὴ μακρὰν ἀπέχειν, ἐπεχείρησεν ἀθροίζειν ἅπαντας καὶ πάλιν ἱππομαχεῖν πρὸς Ἀντίγονον· ἤλπιζε γὰρ μάχῃ κρατήσας οὐ μόνον τὴν ἰδίαν ἀποσκευὴν σώσειν, ἀλλὰ καὶ τὴν τῶν πολεμίων προσλήψεσθαι.
48.6 οἱ δὲ Θρᾷκες καταγαγόντες τὸν Ἀμύνταν ἐπὶ τὴν βασιλείαν τὸ μὲν πρῶτον διὰ λόγων καὶ πρεσβειῶν ἐπειρῶντο προσάγεσθαι τὰς πόλεις, ὡς δʼ οὐδεὶς αὐτοῖς προσεῖχεν, εὐθὺς τῷ πρώτῳ φρουρίῳ προσβαλόντες κατὰ κράτος εἷλον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi