Kitap 5
61.3
συναγανακτούντων δὲ τῶν ὄχλων ἔγραψε δόγμα καθʼ ὃ τὸν Κάσανδρον ἐψηφίσατο πολέμιον εἶναι, ἐὰν μὴ τάς τε πόλεις καθέλῃ καὶ τὸν βασιλέα καὶ τὴν μητέρα τὴν Ῥωξάνην προαγαγὼν ἐκ τῆς φυλακῆς ἀποδῷ τοῖς Μακεδόσι καὶ τὸ σύνολον ἐὰν μὴ πειθαρχῇ τῷ καθεσταμένῳ στρατηγῷ καὶ τῆς βασιλείας παρειληφότι τὴν ἐπιμέλειαν Ἀντιγόνῳ. εἶναι δὲ καὶ τοὺς Ἕλληνας ἅπαντας ἐλευθέρους, ἀφρουρήτους, αὐτονόμους. ἐπιψηφισαμένων δὲ τῶν στρατιωτῶν τὰ ῥηθέντα διαπέστειλε πανταχῇ τοὺς κομιοῦντας τὸ δόγμα·
71.1
κατὰ δὲ τὴν Ἀσίαν Ξέρξης ὁ βασιλεὺς ἐτελεύτησεν ἄρξας ἐνιαυτόν, ὡς δʼ ἔνιοι γράφουσι, μῆνας δύο· τὴν δὲ βασιλείαν διαδεξάμενος ὁ ἀδελφὸς Σογδιανὸς ἦρξε μῆνας ἑπτά. τοῦτον δʼ ἀνελὼν Δαρεῖος ἐβασίλευσεν ἔτη δεκαεννέα.
22.2
ἧς ἐστρατήγει Μέμνων ὁ Τιθωνοῦ. Τευτάμου γὰρ βασιλεύοντος τῆς Ἀσίας, ὃς ἦν εἰκοστὸς ἀπὸ Νινύου τοῦ Σεμιράμιδος, φασὶ τοὺς μετʼ Ἀγαμέμνονος Ἕλληνας ἐπὶ Τροίαν στρατεῦσαι, τὴν ἡγεμονίαν ἐχόντων τῆς Ἀσίας τῶν Ἀσσυρίων ἔτη πλείω τῶν χιλίων. καὶ τὸν μὲν Πρίαμον βαρυνόμενον τῷ πολέμῳ καὶ βασιλεύοντα τῆς Τρῳάδος, ὑπήκοον δʼ ὄντα τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πέμψαι πρὸς αὐτὸν πρεσβευτὰς περὶ βοηθείας· τὸν δὲ Τεύταμον μυρίους μὲν Αἰθίοπας, ἄλλους δὲ τοσούτους Σουσιανοὺς σὺν ἅρμασι διακοσίοις ἐξαποστεῖλαι, στρατηγὸν ἐπικαταστήσαντα Μέμνονα τὸν Τιθωνοῦ.
65.4
τοὺς μὲν γὰρ Ἕλληνας ὑπελάμβανε διὰ τὴν ἐλπίδα τῆς ἐλευθερίας προθύμους ἕξειν συναγωνιστὰς εἰς τὸν πόλεμον, τοὺς δʼ ἐν ταῖς ἄνω σατραπείαις στρατηγοὺς καὶ σατράπας, ὑπόπτως ἔχοντας ὡς Ἀντιγόνου καταλῦσαι διεγνωκότος τοὺς ἀπὸ Ἀλεξάνδρου βασιλεῖς, αὐτοῦ φανερῶς τὸν ὑπὲρ αὐτῶν πόλεμον ἀναδεχομένου πάντας μεταπεσεῖσθαι ταῖς γνώμαις καὶ τοῖς παραγγελλομένοις ἑτοίμως ὑπακούσεσθαι.
71.2
τῶν δὲ συγγραφέων Ἀντίοχος ὁ Συρακόσιος τὴν τῶν Σικελικῶν ἱστορίαν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστρεψεν, ἀρξάμενος ἀπὸ Κωκάλου τοῦ Σικανῶν βασιλέως, ἐν βίβλοις ἐννέα.