Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

60.1 τῶν δὲ πεμφθέντων ὑπʼ Ἀντιγόνου στρατηγῶν Ἀριστόδημος μὲν πλεύσας εἰς τὴν Λακωνικὴν καὶ λαβὼν παρὰ τῶν Σπαρτιατῶν ἐξουσίαν ξενολογεῖν, στρατιώτας ἤθροισεν ὀκτακισχιλίους ἐκ τῆς Πελοποννήσου. ἐντυχὼν δὲ Ἀλεξάνδρῳ καὶ Πολυπέρχοντι φιλίαν συνέθετο πρὸς αὐτοὺς ὑπὲρ Ἀντιγόνου καὶ Πολυπέρχοντα μὲν στρατηγὸν ἀπέδειξε τῆς Πελοποννήσου, τὸν δὲ Ἀλέξανδρον ἔπεισεν εἰς τὴν Ἀσίαν πλεῦσαι πρὸς Ἀντίγονον.
70.1 ἀμφοτέρων δὲ προθύμως ὡρμημένων παρετάχθησαν αἱ δυνάμεις τόνδε τὸν τρόπον. παρὰ τοῖς Βοιωτοῖς ἐτάχθησαν ἐπὶ τὸ δεξιὸν κέρας Θηβαῖοι, ἐπὶ δὲ τὸ εὐώνυμον Ὀρχομένιοι, τὴν δὲ μέσην ἀνεπλήρουν φάλαγγα Βοιωτοί· προεμάχοντο δὲ πάντων οἱ παρʼ ἐκείνοις ἡνίοχοι καὶ παραβάται καλούμενοι, ἄνδρες ἐπίλεκτοι τριακόσιοι. Ἀθηναῖοι δὲ διατάττοντες ἔτι τὴν δύναμιν ἠναγκάσθησαν συνάψαι μάχην.
72.4 καὶ τὸ μὲν ἐκ πάντων ἀθροισθὲν στράτευμα ἐκτὸς τῆς πόλεως συνεῖχεν, ἑκάστου τῶν ἐθνῶν τὸν εὐνούστατον τῶν περὶ αὑτὸν ἀποδεικνύων ἡγεμόνα· τοῦ δʼ ἐνιαυτοῦ διελθόντος μετεπέμπετο πάλιν ἀπὸ τῶν ἐθνῶν τοὺς ἴσους στρατιώτας, καὶ τοὺς προτέρους ἀπέλυεν εἰς τὰς πατρίδας.
60.2 ὁ δʼ ἕτερος τῶν στρατηγῶν Πτολεμαῖος πορευθεὶς μετὰ τῆς δυνάμεως εἰς Καππαδοκίαν καὶ καταλαβὼν Ἀμισσὸν πολιορκουμένην ὑπʼ Ἀσκληπιοδώρου τοῦ Κασάνδρου στρατηγοῦ τὴν μὲν πόλιν ἐκ τῶν κινδύνων ἐρρύσατο, τοὺς δὲ περὶ τὸν Ἀσκληπιόδωρον ὑποσπόνδους ἀφεὶς ἀνεκτήσατο τὴν σατραπείαν.
70.2 γενομένης δὲ τῆς παρατάξεως ἰσχυρᾶς, τὸ μὲν πρῶτον οἱ τῶν Ἀθηναίων ἱππεῖς ἀγωνιζόμενοι λαμπρῶς ἠνάγκασαν φυγεῖν τοὺς ἀντιστάντας ἱππεῖς· μετὰ δὲ ταῦτα τῶν πεζῶν διαγωνισαμένων οἱ ταχθέντες κατὰ τοὺς Θηβαίους Ἀθηναῖοι βιασθέντες ἐτράπησαν, οἱ δὲ λοιποὶ τοὺς ἄλλους Βοιωτοὺς τρεψάμενοι καὶ συχνοὺς ἀνελόντες ἐφʼ ἱκανὸν τόπον ἐδίωξαν.
72.5 οὗ συντελουμένου συνέβαινε τοὺς ὑπὸ τὴν βασιλείαν τεταγμένους ἅπαντας καταπεπλῆχθαι, θεωροῦντας ἀεὶ μεγάλας δυνάμεις ἐν ὑπαίθρῳ στρατοπεδευομένας καὶ τοῖς ἀφισταμένοις ἢ μὴ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi