Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

71.4 τὸ μὲν οὖν πρῶτον μετρίας αὐτὴν ἀποδοχῆς τυγχάνειν ἐν τοῖς βασιλείοις, μετὰ δὲ ταῦτα γνησίαν ἀναγορευθεῖσαν γυναῖκα πεῖσαι τὸν βασιλέα πένθʼ ἡμέρας αὐτῇ παραχωρῆσαι τῆς βασιλείας.
14.3 αὐτὸς δʼ ἐπανελθὼν εἰς τὴν πρὸς Παλαιτύρῳ στρατοπεδείαν παρεσκευάζετο τὰ πρὸς τὴν πολιορκίαν. Ἐπὶ δὲ τῶν καιρῶν τούτων Ἀρίστων ὁ πιστευθεὶς ὑπʼ Εὐμενοῦς τῶν ὀστῶν τῶν Κρατεροῦ παρέδωκεν εἰς ταφὴν αὐτὰ Φίλᾳ τῇ πρότερον μὲν Κρατερῷ συνοικούσῃ, τότε δὲ Δημητρίῳ τῷ Ἀντιγόνου.
69.1 ἅμα δὲ τούτοις πραττομένοις περὶ τὸ Δήλιον ἐγένετο παράταξις κατὰ τὴν Βοιωτίαν Ἀθηναίων πρὸς Βοιωτοὺς διὰ τοιαύτας τινὰς αἰτίας. τῶν Βοιωτῶν τινες δυσαρεστούμενοι τῇ τότε πολιτείᾳ καὶ σπεύδοντες δημοκρατίας ἐν ταῖς πόλεσι καταστῆσαι, διελέχθησαν περὶ τῆς ἰδίας προαιρέσεως τοῖς Ἀθηναίων στρατηγοῖς Ἱπποκράτει καὶ Δημοσθένει, καὶ κατεπηγγέλλοντο παραδώσειν τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις.
71.5 τὴν δὲ Σεμίραμιν ἀναλαβοῦσαν τό τε σκῆπτρον καὶ τὴν βασίλειον στολὴν κατὰ μὲν τὴν πρώτην ἡμέραν εὐωχίαν ποιῆσαι καὶ μεγαλοπρεπῆ δεῖπνα, ἐν οἷς τοὺς τῶν δυνάμεων ἡγεμόνας καὶ πάντας τοὺς ἐπιφανεστάτους πεῖσαι συμπράττειν ἑαυτῇ· τῇ δʼ ὑστεραίᾳ τοῦ τε πλήθους καὶ τῶν ἀξιολογωτάτων ἀνδρῶν ὡς βασίλισσαν θεραπευόντων τὸν μὲν ἄνδρα καταβαλεῖν εἰς τὴν εἱρκτήν, αὐτὴν δὲ φύσει μεγαλεπίβολον οὖσαν καὶ τολμηρὰν κατασχεῖν τὴν ἀρχήν, καὶ μέχρι γήρως βασιλεύσασαν πολλὰ καὶ μεγάλα κατεργάσασθαι. περὶ μὲν οὖν τῶν κατὰ τὴν Σεμίραμιν τοιαύτας ἀντιλογίας εἶναι συμβαίνει παρὰ τοῖς συγγραφεῦσι.
14.4 αὕτη δʼ ἡ γυνὴ συνέσει δοκεῖ διενηνοχέναι· τούς τε γὰρ ταραχώδεις τῶν ἐν τῷ στρατοπέδῳ κατέπαυεν ἁρμοζόντως πολιτευομένη πρὸς ἕκαστον, τάς τε ἀδελφὰς καὶ θυγατέρας τῶν ἀπόρων ἐξεδίδου τοῖς ἰδίοις δαπανήμασι, πολλοὺς δὲ καὶ τῶν διαβολαῖς περιπιπτόντων μὴ δικαίαις ἀπήλλασσε τῶν κινδύνων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi