Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

1.5 οἱ δὲ Ἀκαρνᾶνες συστραφέντες καὶ τοῖς πολεμίοις ἐνεδρεύσαντες πολλοὺς ἀπέκτειναν, καὶ συνηνάγκασαν τὸν Κνῆμον ἀπαγαγεῖν τὴν δύναμιν εἰς τοὺς ὀνομαζομένους Οἰνιάδας.
4.1 ἐπεὶ δὲ μετὰ τὴν κτίσιν ταύτην ὁ Νίνος ἐστράτευσεν ἐπὶ τὴν Βακτριανήν, ἐν ᾗ Σεμίραμιν ἔγημε τὴν ἐπιφανεστάτην ἁπασῶν τῶν γυναικῶν ὧν παρειλήφαμεν, ἀναγκαῖόν ἐστι περὶ αὐτῆς προειπεῖν πῶς ἐκ ταπεινῆς τύχης εἰς τηλικαύτην προήχθη δόξαν.
96.3 πρὸ δὲ τοῦ κέρατος παντὸς ἔταξεν ἐν ἐπικαμπίῳ τοὺς κρατίστους τῶν ἐλεφάντων ἑξήκοντα καὶ τὰ διαστήματα τοῖς ψιλοῖς διέλαβε τάγμασι. τῶν δὲ πεζῶν πρώτους μὲν ἔταξε τοὺς ὑπασπιστάς, εἶτα τοὺς ἀργυράσπιδας, ἐπὶ πᾶσι δὲ τοὺς ξένους καὶ τῶν ἄλλων τοὺς εἰς τὰ Μακεδονικὰ καθωπλισμένους, καὶ πρὸ τούτων ἐλέφαντας καὶ τῶν ψιλῶν τοὺς ἱκανούς.
46.1 περὶ δὲ τοὺς αὐτοὺς χρόνους Φορμίων ὁ τῶν Ἀθηναίων στρατηγὸς ἔχων εἴκοσι τριήρεις περιέτυχε ναυσὶ Λακεδαιμονίων ἑπτὰ πρὸς ταῖς τετταράκοντα. ναυμαχήσας δὲ πρὸς ταύτας τήν τε στρατηγίδα ναῦν τῶν πολεμίων κατέδυσε καὶ τῶν ἄλλων πολλὰς ἄπλους ἐποίησε, δώδεκα δὲ αὐτάνδρους εἷλε, τὰς δὲ λοιπὰς μέχρι τῆς γῆς κατεδίωξεν. οἱ δὲ Λακεδαιμόνιοι παρʼ ἐλπίδας ἡττηθέντες ταῖς ὑπολειφθείσαις ναυσὶν ἔφυγον εἰς Πάτρας τῆς Ἀχαΐας. αὕτη μὲν οὖν ἡ ναυμαχία συνέστη περὶ τὸ Ῥίον καλούμενον. οἱ δʼ Ἀθηναῖοι τρόπαιον στήσαντες καὶ τῷ Ποσειδῶνι περὶ τὸν πορθμὸν ναῦν καθιερώσαντες ἀπέπλευσαν εἰς πόλιν συμμαχίδα Ναύπακτον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi