Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

61.4 Ἀγησίλαον μὲν οὖν πρὸς τοὺς ἐν Κύπρῳ βασιλεῖς, εἰς δὲ Ῥόδον Ἰδομενέα καὶ Μοσχίωνα, Πτολεμαῖον δὲ τὸν ἀδελφιδοῦν μετὰ δυνάμεως εἰς Καππαδοκίαν ἀπέστειλεν, ἵνα λύσῃ μὲν Ἀμισσοῦ τὴν πολιορκίαν καὶ τοὺς ὑπὸ Κασάνδρου πεμφθέντας εἰς Καππαδοκίαν ἐκβάλῃ πάντας, πρὸς δὲ τούτοις ὅπως παραγενόμενος εἰς Ἑλλήσποντον ἐφεδρεύῃ τοῖς περὶ Κάσανδρον, ἂν ἐπιχειρῇ διαβαίνειν ἐκ τῆς Εὐρώπης.
18.2 ἐκεῖθεν δὲ παρελθὼν εἰς Ἄκανθον συνεμάχησε τοῖς Χαλκιδεῦσι. καὶ πρώτην μὲν τὴν Ἀκανθίων πόλιν τὰ μὲν καταπληξάμενος, τὰ δὲ καὶ λόγοις φιλανθρώποις πείσας ἐποίησεν ἀποστῆναι τῶν Ἀθηναίων· ἔπειτα πολλοὺς καὶ τῶν ἄλλων τῶν ἐπὶ Θρᾴκης κατοικούντων προετρέψατο κοινωνεῖν τῆς τῶν Λακεδαιμονίων συμμαχίας.
69.5 τὸ δʼ αὐτὸ καὶ τῶν ἄλλων ἐλεφάντων ποιησάντων ἡ μετὰ τῆς Σεμιράμιδος δύναμις βραχὺν ὑπέστη χρόνον τὴν τῶν θηρίων ἔφοδον· τὰ γὰρ ζῷα διάφορα ταῖς ἀλκαῖς ὄντα καὶ ταῖς ἰδίαις ῥώμαις πεποιθότα πάντα τὸν ὑφιστάμενον ῥᾳδίως ἀνῄρει.
13.5 Ἀριστόδημον δὲ τὸν Μιλήσιον εἰς Πελοπόννησον ἐξέπεμψεν ἔχοντα χίλια τάλαντα· τούτῳ δὲ συνετέτακτο συνθέσθαι φιλίαν πρὸς Ἀλέξανδρον καὶ Πολυπέρχοντα καὶ ξενολογήσαντα τοὺς ἱκανοὺς διαπολεμεῖν Κασάνδρῳ. αὐτὸς δὲ πᾶσαν τὴν Ἀσίαν, ἧς ἦν κύριος, διέλαβε πυρσοῖς καὶ βυβλιαφόροις, δι’ ὧν ὀξέως ἤμελλεν ὑπηρετεῖσθαι πάντα.
18.3 μετὰ δὲ ταῦτα Βρασίδας βουλόμενος ἐνεργότερον ἅψασθαι τοῦ πολέμου, μετεπέμπετο στρατιώτας ἐκ τῆς Λακεδαίμονος, σπεύδων ἀξιόλογον συστήσασθαι δύναμιν· οἱ δὲ Σπαρτιᾶται βουλόμενοι τῶν Εἱλώτων τοὺς κρατίστους ἀπολέσθαι, πέμπουσιν ἐξ αὐτῶν τοὺς μάλιστα πεφρονηματισμένους χιλίους, νομίζοντες ἐν ταῖς μάχαις τοὺς πλείστους αὐτῶν κατακοπήσεσθαι.
69.6 διόπερ πολὺς καὶ παντοῖος ἐγίνετο φόνος, τῶν μὲν ὑπὸ τοὺς πόδας ὑποπιπτόντων, τῶν δὲ τοῖς ὀδοῦσιν ἀνασχιζομένων, ἐνίων δὲ ταῖς προβοσκίσιν ἀναρριπτουμένων. συχνοῦ δὲ πλήθους νεκρῶν σωρευομένου καὶ τοῦ κινδύνου τοῖς ὁρῶσι δεινὴν ἔκπληξιν καὶ φόβον παριστάντος, οὐδεὶς ἔτι μένειν ἐπὶ τῆς τάξεως ἐτόλμα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi