Kitap 5
14.4
ἀπὸ δὲ τούτων γενομένη τῆς Αἰθιοπίας ἐπῆλθε τὰ πλεῖστα καταστρεφομένη καὶ τὰ κατὰ τὴν χώραν θεωμένη παράδοξα. εἶναι γὰρ ἐν αὐτῇ φασι λίμνην τετράγωνον, τὴν μὲν περίμετρον ἔχουσαν ποδῶν ὡς ἑκατὸν ἑξήκοντα, τὸ δʼ ὕδωρ τῇ μὲν χρόᾳ παραπλήσιον κινναβάρει, τὴν δʼ ὀσμὴν καθʼ ὑπερβολὴν ἡδεῖαν, οὐκ ἀνόμοιον οἴνῳ παλαιῷ· δύναμιν δʼ ἔχειν παράδοξον· τὸν γὰρ πιόντα φασὶν εἰς μανίαν ἐμπίπτειν καὶ πάνθʼ ἃ πρότερον διέλαθεν ἁμαρτήσας ἑαυτοῦ κατηγορεῖν. τοῖς μὲν οὖν ταῦτα λέγουσιν οὐκ ἄν τις ῥᾳδίως συγκατάθοιτο.
7.1
Κάσανδρος δέ, κατὰ νοῦν αὐτῷ τῶν πραγμάτων προχωρούντων, περιελάμβανε ταῖς ἐλπίσι τὴν Μακεδόνων βασιλείαν. διὸ καὶ Θεσσαλονίκην ἔγημε, τὴν Φιλίππου μὲν θυγατέρα, Ἀλεξάνδρου δὲ ἀδελφὴν ὁμοπάτριον, σπεύδων οἰκεῖον αὑτὸν ἀποδεῖξαι τῆς βασιλικῆς συγγενείας.
61.1
Δημοσθένης δὲ στρατεύσας ἐπὶ Πύλον ἐπεβάλετο τοῦτο τὸ χωρίον τειχίσαι κατὰ τῆς Πελοποννήσου· ἔστι γὰρ ὀχυρόν τε διαφερόντως καὶ κείμενον ἐν τῇ Μεσσηνίᾳ, τῆς δὲ Σπάρτης ἀπέχον σταδίους τετρακοσίους. ἔχων δὲ τότε καὶ ναῦς πολλὰς καὶ στρατιώτας ἱκανούς, ἐν εἴκοσιν ἡμέραις ἐτείχισε τὴν Πύλον. Λακεδαιμόνιοι δὲ πυθόμενοι τὸν τειχισμὸν τῆς Πύλου συνήγαγον δύναμιν ἀξιόλογον οὐ μόνον πεζήν, ἀλλὰ καὶ ναυτικήν.
15.1
ταφὰς δὲ τῶν τελευτησάντων ἰδίως οἱ κατὰ τὴν Αἰθιοπίαν ποιοῦνται· ταριχεύσαντες γὰρ τὰ σώματα καὶ περιχέαντες αὐτοῖς πολλὴν ὕελον ἱστᾶσιν ἐπὶ στήλης, ὥστε τοῖς παριοῦσι φαίνεσθαι διὰ τῆς ὑέλου τὸ τοῦ τετελευτηκότος σῶμα, καθάπερ Ἡρόδοτος εἴρηκε.
7.2
ἔκτισε δὲ καὶ πόλιν ἐπὶ τῆς Παλλήνης ὁμώνυμον αὐτοῦ Κασάνδρειαν, εἰς ἣν τάς τε ἐκ τῆς Χερρονήσου πόλεις συνῴκισε καὶ τὴν Ποτίδαιαν, ἔτι δὲ τῶν σύνεγγυς χωρίων οὐκ ὀλίγα· κατῴκισε δʼ εἰς αὐτὴν καὶ τῶν Ὀλυνθίων τοὺς διασωζομένους, ὄντας οὐκ ὀλίγους.
13.2
διὸ καὶ τριήρεσι μὲν ἐπὶ τὴν Πύλον ἔπλευσαν τετταράκοντα πέντε καλῶς κατεσκευασμέναις, πεζοῖς δὲ ἐστράτευσαν μυρίοις καὶ δισχιλίοις, αἰσχρὸν ἡγούμενοι τοὺς τῇ Ἀττικῇ δῃουμένῃ μὴ τολμήσαντας βοηθεῖν ἐν Πελοποννήσῳ χωρίον τειχίζειν καὶ καταλαμβάνεσθαι.