Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

46.5 τῶν τε ἀγαλματοποιῶν τῶν παλαιῶν τοὺς μάλιστα διωνομασμένους διατετριφέναι παρʼ αὐτοῖς Τηλεκλέα καὶ Θεόδωρον, τοὺς Ῥοίκου μὲν υἱούς, κατασκευάσαντας δὲ τοῖς Σαμίοις τὸ τοῦ Ἀπόλλωνος τοῦ Πυθίου ξόανον.
34.2 τῶν δὲ στρατηγῶν διακρινόντων ἡ νεωτέρα μὲν ἀπεφαίνετο τὴν ἑτέραν ἔγκυον εἶναι καὶ διὰ τοῦτο μὴ δύνασθαι χρήσασθαι τῷ νόμῳ, ἡ δὲ πρεσβυτέρα δικαιότερον ἀπεφαίνετο εἶναι τὴν προέχουσαν τοῖς χρόνοις προέχειν καὶ τῇ τιμῇ· καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἁπάντων θεωρεῖσθαι τοὺς πρεσβυτέρους πολὺ προέχοντας τῶν νεωτέρων εἰς ἐντροπὴν καὶ τιμήν.
41.1 αἰτίαι μὲν οὖν τοῦ Πελοποννησιακοῦ πολέμου τοιαῦταί τινες ὑπῆρξαν, ὡς Ἔφορος ἀνέγραψε. τῶν δʼ ἡγουμένων πόλεων τοῦτον τὸν τρόπον εἰς πόλεμον ἐμπεσουσῶν, Λακεδαιμόνιοι μὲν μετὰ τῶν Πελοποννησίων συνεδρεύσαντες ἐψηφίσαντο πολεμεῖν τοῖς Ἀθηναίοις, καὶ πρὸς τὸν Περσῶν βασιλέα πρεσβεύσαντες παρεκάλουν συμμαχεῖν αὐτοῖς, καὶ τοὺς κατὰ τὴν Σικελίαν καὶ Ἰταλίαν συμμάχους διαπρεσβευσάμενοι διακοσίαις τριήρεσιν ἔπεισαν βοηθεῖν,
46.6 τοῦ γὰρ ἀγάλματος ἐν Σάμῳ μὲν ὑπὸ Τηλεκλέους ἱστορεῖται τὸ ἥμισυ δημιουργηθῆναι, κατὰ δὲ τὴν Ἔφεσον ὑπὸ τἀδελφοῦ Θεοδώρου τὸ ἕτερον μέρος συντελεσθῆναι· συντεθέντα δὲ πρὸς ἄλληλα τὰ μέρη συμφωνεῖν οὕτως ὥστε δοκεῖν ὑφʼ ἑνὸς τὸ πᾶν ἔργον συντετελέσθαι. τοῦτο δὲ τὸ γένος τῆς ἐργασίας παρὰ μὲν τοῖς Ἕλλησι μηδαμῶς ἐπιτηδεύεσθαι, παρὰ δὲ τοῖς Αἰγυπτίοις μάλιστα συντελεῖσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi