Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

33.3 ἐπιπολαζούσης δὲ τῆς ῥᾳδιουργίας καὶ πολλῶν ἀναιρουμένων τοῦτον τὸν τρόπον, ἐπειδὴ κολάζοντες τὰς αἰτίας τῶν κακῶν οὐκ ἠδυνήθησαν ἀποτρέψαι τὰς ἄλλας τῶν ἀδικημάτων, νόμον ἔθεσαν ὅπως συγκατακαίωνται τοῖς τετελευτηκόσιν ἀνδράσιν αἱ γυναῖκες πλὴν τῶν ἐγκύων ἢ τῶν ἐχουσῶν τέκνα· τὴν δὲ μὴ βουλομένην τῷ δόγματι πιθαρχεῖν χήραν μὲν εἶναι διὰ τέλους καὶ θυσιῶν καὶ τῶν ἄλλων νομίμων εἴργεσθαι διὰ παντὸς ὡς ἀσεβοῦσαν.
94.4 χωρὶς δὲ τῶν χρημάτων τούτων στρατιώτας ἀπεδείκνυεν ὑπάρχειν τῇ πόλει χωρὶς συμμάχων καὶ τῶν ἐν τοῖς φρουρίοις ὄντων ὁπλίτας μὲν μυρίους καὶ δισχιλίους, τοὺς δʼ ἐν τοῖς φρουρίοις ὄντας καὶ τοὺς μετοίκους ὑπάρχειν πλείους τῶν μυρίων ἑπτακισχιλίων, τριήρεις τε τὰς παρούσας τριακοσίας.
98.3 ὑπολαμβάνουσι δὲ καὶ Δημόκριτον παρʼ αὐτοῖς ἔτη διατρῖψαι πέντε καὶ πολλὰ διδαχθῆναι τῶν κατὰ τὴν ἀστρολογίαν. τόν τε Οἰνοπίδην ὁμοίως συνδιατρίψαντα τοῖς ἱερεῦσι καὶ ἀστρολόγοις μαθεῖν ἄλλα τε καὶ μάλιστα τὸν ἡλιακὸν κύκλον ὡς λοξὴν μὲν ἔχει τὴν πορείαν, ἐναντίαν δὲ τοῖς ἄλλοις ἄστροις τὴν φορὰν ποιεῖται.
33.4 τούτων δὲ νομοθετηθέντων εἰς τοὐναντίον τὴν παρανομίαν τῶν γυναικῶν μεταβαλεῖν συνέβη· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς ἀτιμίας ἑκάστης ὑπομενούσης ἑκουσίως τὸν θάνατον οὐ μόνον προνοεῖσθαι τῆς τῶν συνοικούντων ἀσφαλείας ὡς κοινῆς οὔσης, ἀλλὰ καὶ πρὸς ἀλλήλας ἁμιλλᾶσθαι καθάπερ ὑπὲρ τῆς μεγίστης εὐδοξίας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi