Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

39.3 ὁ δὲ Περικλῆς, εἰδὼς τὸν δῆμον ἐν μὲν τοῖς πολεμικοῖς ἔργοις θαυμάζοντα τοὺς ἀγαθοὺς ἄνδρας διὰ τὰς κατεπειγούσας χρείας, κατὰ δὲ τὴν εἰρήνην τοὺς αὐτοὺς συκοφαντοῦντα διὰ τὴν σχολὴν καὶ φθόνον, ἔκρινε συμφέρειν αὑτῷ τὴν πόλιν ἐμβαλεῖν εἰς μέγαν πόλεμον, ὅπως χρείαν ἔχουσα τῆς Περικλέους ἀρετῆς καὶ στρατηγίας μὴ προσδέχηται τὰς κατʼ αὐτοῦ διαβολάς, μηδʼ ἔχῃ σχολὴν καὶ χρόνον ἐξετάζειν ἀκριβῶς τὸν περὶ τῶν χρημάτων λόγον.
44.6 τόν τε ῥυθμὸν τῶν ἀρχαίων κατʼ Αἴγυπτον ἀνδριάντων τὸν αὐτὸν εἶναι τοῖς ὑπὸ Δαιδάλου κατασκευασθεῖσι παρὰ τοῖς Ἕλλησι. τὸ δὲ κάλλιστον πρόπυλον ἐν Μέμφει τοῦ Ἡφαιστείου Δαίδαλον ἀρχιτεκτονῆσαι, καὶ θαυμασθέντα τυχεῖν εἰκόνος ξυλίνης κατὰ τὸ προειρημένον ἱερὸν ταῖς ἰδίαις χερσὶ δεδημιουργημένης, πέρας δὲ διὰ τὴν εὐφυΐαν ἀξιωθέντα μεγάλης δόξης καὶ πολλὰ προσεξευρόντα τυχεῖν ἰσοθέων τιμῶν· κατὰ γὰρ μίαν τῶν πρὸς τῇ Μέμφει νήσων ἔτι καὶ νῦν ἱερὸν εἶναι Δαιδάλου τιμώμενον ὑπὸ τῶν ἐγχωρίων.
32.1 ὁ δʼ Ἀντίγονος μετὰ τὴν ἐκ τῆς μάχης ἀποχώρησιν ὁρῶν τοὺς στρατιώτας ἀθυμοῦντας διέγνω τὴν ταχίστην ἀναζευγνύειν ὡς πορρωτάτω τῶν πολεμίων. βουλόμενος δʼ εὔζωνον ποιῆσαι τὴν δύναμιν πρὸς τὴν ἀποχώρησιν τοὺς μὲν τραυματίας καὶ τὰ βαρύτατα τῆς ἀποσκευῆς προαπέστειλεν εἴς τινα τῶν πλησίον πόλεων, τοὺς δὲ νεκροὺς ἅμʼ ἡμέρᾳ θάψας καὶ παρακατασχὼν τὸν παρὰ τῶν πολεμίων ἥκοντα κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως παρήγγειλε τῆς ὥρας δειπνοποιεῖσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi