Kitap 5
27.3
ἐν δὲ τῇ Σάμῳ στάσεως γενομένης, καὶ τῶν μὲν αἱρουμένων τὴν δημοκρατίαν, τῶν δὲ βουλομένων τὴν ἀριστοκρατίαν εἶναι, ταραχὴ πολλὴ τὴν πόλιν ἐπεῖχε. τῶν δʼ ἐναντιουμένων τῇ δημοκρατίᾳ διαβάντων εἰς τὴν Ἀσίαν καὶ πορευθέντων εἰς Σάρδεις πρὸς Πισσούθνην τὸν τῶν Περσῶν σατράπην περὶ βοηθείας, ὁ μὲν Πισσούθνης ἔδωκεν αὐτοῖς στρατιώτας ἑπτακοσίους, ἐλπίζων τῆς Σάμου διὰ τούτου κυριεύσειν, οἱ δὲ Σάμιοι μετὰ τῶν δοθέντων αὐτοῖς στρατιωτῶν νυκτὸς πλεύσαντες εἰς τὴν Σάμον ἔλαθόν τε τὴν πόλιν παρεισελθόντες, τῶν πολιτῶν συνεργούντων, ῥᾳδίως τʼ ἐκράτησαν τῆς Σάμου, καὶ τοὺς ἀντιπράττοντας αὐτοῖς ἐξέβαλον ἐκ τῆς πόλεως· τοὺς δʼ ὁμήρους ἐκκλέψαντες ἐκ τῆς Λήμνου καὶ τὰ κατὰ τὴν Σάμον ἀσφαλισάμενοι, φανερῶς ἑαυτοὺς ἀπέδειξαν πολεμίους τοῖς Ἀθηναίοις.
89.5
καὶ ἑτέρας δʼ αἰτίας φέροντές τινές φασιν ἐπὶ τῶν παλαιῶν βασιλέων πολλάκις ἀφισταμένου τοῦ πλήθους καὶ συμφρονοῦντος κατὰ τῶν ἡγουμένων, τῶν βασιλέων τινὰ συνέσει διαφέροντα διελέσθαι μὲν τὴν χώραν εἰς πλείω μέρη, καθʼ ἕκαστον δʼ αὐτῶν καταδεῖξαι τοῖς ἐγχωρίοις σέβεσθαί τι ζῷον ἢ τροφῆς τινος μὴ γεύεσθαι, ὅπως ἑκάστων τὸ μὲν παρʼ αὐτοῖς τιμώμενον σεβομένων, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένων καταφρονούντων, μηδέποτε ὁμονοῆσαι δύνωνται πάντες οἱ κατʼ Αἴγυπτον.