Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

37.2 πυθόμενος δʼ Αἰακίδην τὸν Ἠπειρωτῶν βασιλέα μετὰ δυνάμεως μέλλειν βοηθήσειν Ὀλυμπιάδι, στρατηγὸν ἐξέπεμψεν Ἀταρρίαν, δοὺς στρατόπεδον καὶ συντάξας ἀπαντᾶν τοῖς Ἠπειρώταις.
43.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀπολλοδώρου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Γεγάνιον καὶ Λούκιον Σέργιον. ἐπὶ δὲ τούτων ὁ τῶν Ἀθηναίων στρατηγὸς οὐ διέλιπε τὴν μὲν χώραν τῶν Πελοποννησίων λεηλατῶν καὶ καταφθείρων, τὰ δὲ φρούρια πολιορκῶν· προσγενομένων δὲ αὐτῷ πεντήκοντα τριήρων ἐκ τῆς Κερκύρας, πολὺ μᾶλλον ἐπόρθει τὴν Πελοποννησίων χώραν, καὶ μάλιστα τῆς παραθαλαττίου τὴν καλουμένην Ἀκτὴν ἐδῄου καὶ τὰς ἐπαύλεις ἐνεπύριζε.
47. περὶ τῶν Χαλδαίων καὶ τῆς παρατηρήσεως τῶν ἄστρων.
37.3 οὗ ταχὺ τὸ προσταχθὲν ποιήσαντος καὶ τὰς ἐξ Ἠπείρου παρόδους προκαταλαβομένου συνέβη τὸν Αἰακίδην ἄπρακτον γενέσθαι. καὶ γὰρ τὸ πλῆθος τῶν Ἠπειρωτῶν ἀκουσίως ἐστράτευσεν ἐπὶ Μακεδονίας καὶ στάσιν ἐποίει κατὰ τὴν παρεμβολήν· ὁ δὲ Αἰακίδης ἐκ παντὸς τρόπου βουλόμενος βοηθεῖν Ὀλυμπιάδι τοὺς μὲν ἀλλοτρίως διακειμένους ἀπέλυσε τῆς στρατείας, τοὺς δὲ συγκινδυνεύειν βουλομένους ἀναλαβὼν προθυμίαν μὲν εἶχε τοῦ διακινδυνεύειν, οὐκ ἀξιόμαχος δʼ ἦν ὡς ἂν ὀλίγου καταλελειμμένου τοῦ περὶ αὐτὸν συστήματος.
97.2 μετὰ δὲ ταῦτα πλεύσας ἐπὶ Μεθώνην τῆς Λακωνικῆς, τήν τε χώραν κατέσυρε καὶ τῇ πόλει προσβολὰς ἐποιεῖτο. ἔνθα δὴ Βρασίδας ὁ Σπαρτιάτης, νέος μὲν ὢν τὴν ἡλικίαν, ἀλκῇ δὲ καὶ ἀνδρείᾳ διαφέρων, ὁρῶν τὴν Μεθώνην κινδυνεύουσαν ἐκ βίας ἁλῶναι, παραλαβών τινας τῶν Σπαρτιατῶν διὰ μέσου τῶν πολεμίων ἐσκεδασμένων ἐτόλμησε διεκπερᾶσαι, καὶ πολλοὺς ἀνελὼν παρεισέπεσεν εἰς τὸ χωρίον.
47. περὶ τῶν βασιλέων τῶν κατὰ τὴν Μηδίαν καὶ τῆς περὶ τούτων διαφωνίας παρὰ τοῖς ἱστοριογράφοις.
37.4 οἱ δὲ χωρισθέντες τῶν Ἠπειρωτῶν εἰς τὰς πατρίδας κατεστασίασαν ἀπόντα τὸν βασιλέα καὶ κοινῷ δόγματι φυγὴν αὐτοῦ καταγνόντες πρὸς Κάσανδρον ἐποιήσαντο συμμαχίαν. ὅπερ οὐδέποτε γενέσθαι συνέβη κατὰ τὴν Ἤπειρον ἀφʼ οὗ Νεοπτόλεμος ὁ Ἀχιλλέως ἐβασίλευσε τῆς χώρας· ἀεὶ γὰρ παῖς παρὰ πατρὸς διαδεχόμενος τὴν δυναστείαν ἐναπέθνησκε ταῖς βασιλείαις μέχρι τῶνδε τῶν καιρῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi