Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

27.8 μετὰ γὰρ τὴν Ἀλεξάνδρου τελευτήν, Πτολεμαίου τοῦ Λάγου παρειληφότος ἄρτι τὴν Αἴγυπτον, ἔτυχεν ἐν Μέμφει τελευτήσας ὁ Ἆπις γήρᾳ· ὁ δὲ τὴν ἐπιμέλειαν ἔχων αὐτοῦ τήν τε ἡτοιμασμένην χορηγίαν, οὖσαν πάνυ πολλήν, εἰς ταφὴν ἅπασαν ἐδαπάνησε καὶ παρὰ τοῦ Πτολεμαίου πεντήκοντα ἀργυρίου τάλαντα προσεδανείσατο. καὶ καθʼ ἡμᾶς δὲ τινες τῶν τὰ ζῷα ταῦτα τρεφόντων εἰς τὰς ταφὰς αὐτῶν οὐκ ἔλαττον τῶν ἑκατὸν ταλάντων δεδαπανήκασιν.
75.7 οἱ δὲ ἄπειροι τοῦ κολυμβᾶν ὄντες τὴν αἰχμαλωσίαν τῆς ἐν τῷ ποταμῷ τελευτῆς προκρίναντες ἥλωσαν, εἰς τετρακισχιλίους ὄντες. Ἀντίγονος δὲ θεωρῶν τοσοῦτο πλῆθος ἀπολλύμενον βοηθῆσαι μὲν οὐκ ἴσχυσε διὰ
79.2 εὐστοχήσας δʼ ἐν τῇ συμβουλίᾳ καὶ ἀκυρώσας τὸν πρότερον νόμον διέφυγε μὲν τὸν ἐκ τοῦ βρόχου κίνδυνον· τῆς δὲ γυναικὸς κωλυθείσης νεωτέρῳ συνοικῆσαι, πάλιν ἔγημε τὸν ἀπολυθέντα.
85.1 προσθετέον δὲ τοῖς εἰρημένοις τὰ λειπόμενα τῶν γινομένων περὶ τὸν ἱερὸν ταῦρον τὸν ὀνομαζόμενον Ἆπιν. ὅταν γὰρ τελευτήσας ταφῇ μεγαλοπρεπῶς, ζητοῦσιν οἱ περὶ ταῦτʼ ὄντες ἱερεῖς μόσχον ἔχοντα κατὰ τὸ σῶμα παράσημα τὰ παραπλήσια τῷ προϋπάρξαντι·
19.1 τὴν τῶν πλοίων σπάνιν, ἀδύνατον δὲ εἶναι νομίζων τὴν διάβασιν ἀνέζευξεν ἐπὶ πόλεως Βαδάκης, ἣ κεῖται παρὰ τὸν Εὔλαιον ποταμόν. οὔσης δὲ τῆς ὁδοιπορίας ἐμπύρου διὰ τὸ μέγεθος τῶν καυμάτων διεφθάρη τε πολλὰ σώματα καὶ τὸ στρατόπεδον εἰς ἀθυμίαν ἐνέπεσεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi